译名对照

中文原文英文参照
克莱孟ΚλήμηςClement
罗马ῬώμηRome
哥林多ΚόρινθοςCorinth
彼得ΠέτροςPeter
保罗ΠαῦλοςPaul
[most scholars consider this a homily and perhaps not by clement]
[多数现代学者认为这是一篇讲道词,并且可能并非克莱孟所作]
ΚΛΗΜΕΝΤΟΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α
克莱孟致哥林多人书一
Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα ῾Ρώμην τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Κόρινθον, κλητοῖς ἡγιασμένοις ἐν θελήματι θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ παντοκράτορος θεοῦ διὰ Ἰησοῦ Χριστοῦ πληθυνθείη.
寄居在罗马的上帝教会,致寄居在哥林多的上帝教会,就是藉着我们的主耶稣基督、按上帝旨意蒙召成圣的人:愿恩典与平安从全能的上帝,藉着耶稣基督,多多加给你们。
I
1. Διὰ τὰς αἰφνιδίους καὶ ἐπαλλήλους γενομένας ἡμῖν συμφορὰς καὶ περιπτώσεις, βράδιον νομίζομεν ἐπιστροφὴν πεποιῆσθαι περὶ τῶν ἐπιζητουμένων παρ’ ὑμῖν πραγμάτων, ἀγαπητοί, τῆς τε ἀλλοτρίας καὶ ξένης τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, μιαρᾶς καὶ ἀνοσίου στάσεως ἣν ὀλίγα πρόσωπα προπετῆ καὶ αὐθάδη ὑπάρχοντα εἰς τοσοῦτον ἀπονοίας ἐξέκαυσαν, ὥστε τὸ σεμνὸν καὶ περιβόητον καὶ πᾶσιν ἀνθρώποις ἀξιαγάπητον ὄνομα ὑμῶν μεγάλως βλασφημηθῆναι. 2. τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν ὑμῶν πίστιν οὐκ ἐδοκίμασεν; τήν τε σώφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ἦθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν οὐκ ἐμακάρισεν; 3. ἀπροσωπολήμπτως γὰρ πάντα ἐποιεῖτε καὶ ἐν τοῖς νομίμοις τοῦ θεοῦ ἐπορεύσθε, ὑποτασσόμενοι τοῖς παρ’ ὑμῖν πρεσβυτέροις· νέοις τε μέτρια καὶ σεμνὰ νοεῖν ἐπετρέπετε· γυναιξίν τε ἐν ἀμώμῳ καὶ σεμνῇ καὶ ἁγνῇ συνειδήσει πάντα ἐπιτελεῖν παρηγγέλλετε, στεργούσας καθηκόντως τοὺς ἄνδρας ἑαυτῶν· ἔν τε τῷ κανόνι τῆς ὑποταγῆς τὰ κατὰ τὸν οἶκον σεμνῶς οἰκουργεῖν ἐδιδάσκετε, πάνυ σωφρονούσας.
1. 亲爱的,由于我们遭遇了突然而接连发生的灾难和变故,我们认为自己较迟才转向处理你们所询问的事,就是那种对上帝选民来说陌生而外来的、污秽而不圣的纷争。少数鲁莽而任性的人,把这纷争煽动到如此疯狂的地步,以致你们那庄重、著名、为众人所爱慕的名声受到极大的毁谤。2. 因为有谁曾寄居在你们中间,却不认可你们全然有德而坚定的信心呢?谁不惊叹你们在基督里节制而温和的敬虔呢?谁不宣扬你们慷慨好客的风范呢?谁不称你们完全而稳固的知识为有福呢?3. 因为你们行事毫不偏待人,行在上帝的律例中,顺服你们中间的长老;你们也教导青年人思想适度而庄重;又嘱咐妇女凡事凭无可指摘、庄重、纯洁的良心而行,按本分爱自己的丈夫;并教导她们在顺服的规范中,庄重地治理家务,凡事极其节制。
II
1. Πάντες τε ἐταπεινοφρονεῖτε μηδὲν ἀλαζονευόμενοι, ὑποτασσόμενοι μᾶλλον ἢ ὑποτάσσοντες, ἥδιον διδόντες ἢ λαμβάνοντες. τοῖς ἐφοδίοις τοῦ Χριστοῦ ἀρκούμενοι, καὶ προσέχοντες τοὺς λόγους αὐτοῦ ἐπιμελῶν ἐνεστερνισμένοι ἦτε τοῖς σπλάγχνοις, καὶ τὰ παθήματα αὐτοῦ ἧν πρὸ ὀφθαλμῶν ὑμῶν. 2. οὕτως εἰρήνη βαθεῖα καὶ λιπαρὰ ἐδέδοτο πᾶσιν καὶ ἀκόρεστος πόθος εἰς ἀγαθοποιΐαν, καὶ πλήρης πνεύματος ἁγίου ἔκχυσις ἐπὶ πάντας ἐγίνετο· 3. μεστοί τε ὁσίας βουλῆς, ἐν ἀγαθῆ προθυμίᾳ μετ’ εὐσεβεοῦς πεποιθήσεως ἐξετείνετε τὰς χεῖρας ὑμῶν πρὸς τὸν παντοκράτορα θεόν, ἱκετεύοντες αὐτὸν ἱλέως γενέσθαι, εἴ τι ἄκοντες ἡμείρτετε. 4. ἀγὼν ἦν ὑμῖν ἡμέρας τε καὶ νυκτὸς ὑπὲρ πάσης τῆς ἀδελφότητος, εἰς τὸ σώζεσθαι μετ’ ἐλέους καὶ συνειδήσεως τὸν ἀριθμόν τῶν ἐκλεκτῶν αὐτοῦ. 5. εἰλικρινεῖς καὶ ἀκέραιοι ἦτε καὶ ἀμνησίκακοι εἰς ἀλλήλους. 6. πᾶσα στάσις καὶ πᾶν σχίσμα βδελυκτὸν ἦν ὑμῖν. ἐπὶ τοῖς παραπτώματα αὐτῶν ἴδια πλησίον ἐπενθεῖτε· τὰ ὑστερήματα αὐτῶν ἴδια ἐκρίνετε. 7. ἀμεταμέλητοι ἦτε ἐπὶ πάσῃ ἀγαθοποιΐᾳ, ἕτοιμοι εἰς πᾶν ἔργον ἀγαθόν. 8. τῇ παναρέτῳ καὶ σεβασμίῳ πολιτείᾳ κεκοσμημένοι πάντα ἐν τῷ φόβῳ αὐτοῦ ἐπετελεῖτε· τὰ προστάγματα καὶ τὰ δικαιωπματα τοῦ κυρίου ἐπὶ τὰ πλάτη τῆς καρδίας ὑμῶν ἐγέγραπτο.
1. 你们众人都存谦卑的心,毫不自夸;宁愿顺服,胜过使人顺服;宁愿施予,胜过领受。你们以基督所赐的路粮为满足,留心他的话,殷勤地把这些话珍藏在心怀里;他的受难也常在你们眼前。2. 因此,深厚而丰盛的平安赐给众人,对行善有不知满足的渴慕,圣灵丰盛的浇灌也临到众人。3. 你们满有圣洁的意念,怀着良善的热诚和敬虔的信靠,向全能的上帝举手,恳求他若你们在无意中犯了什么错,就向你们施恩。4. 你们昼夜为整个弟兄团体争战,使他选民的数目可以带着怜悯和良心得救。5. 你们彼此真诚、纯全,不记仇恨。6. 一切纷争和一切分裂,对你们都是可憎的。你们为邻舍的过犯哀恸,如同为自己的过犯哀恸;你们把他们的缺欠看作自己的缺欠。7. 你们对一切行善从不后悔,预备好行各样善工。8. 你们以全然有德而可敬的生活为装饰,凡事都在敬畏他中完成;主的命令和典章写在你们心版上。
III
1. Πᾶσα δόξα καὶ πλατυσμὸς ἐδόθη ὑμῖν, καὶ ἐπετελέσθη τὸ γεγραμμένον· Ἔφαγεν καὶ ἔπιεν, καὶ ἔπλατύνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. 2. ἐκ τούτου ζῆλος καὶ φθόνος, πόλεμος καὶ αἰχμαλωσία. 3. οὕτως ἐπηγέρθησαν οἱ ἄτιμοι ἐπὶ τοὺς ἐντίμους, οἱ ἄδοξοι ἐπὶ τοὺς ἐνδόξους, οἱ ἄφρονες ἐπὶ τοὺς φρονίμους, οἱ νέοι ἐπὶ τοὺς πρεσβυτέρους. 4. διὰ τοῦτο πόρρω ἄπεστιν ἡ δικαιοσύνη καὶ εἰρήνη, ἐν τῷ ἀπολιπεῖν ἕκαστον τὸν φόβον τοῦ θεοῦ καὶ ἐν τῇ πίστει αὐτοῦ ἀμβλυωπῆσαι, μηδὲ ἐν τοῖς νομίμοις τῶν προσταγμάτων αὐτοῦ προεύεσθαι, μηδὲ πολιτεύεσθαι κατὰ τὸ καθῆκον τῷ Χριστῷ, ἀλλὰ ἕκαστον βαδίζειν κατὰ τὰς ἐπιθυμίας τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς, ζῆλον ἄδικον καὶ ἀσεβῆ ἀνειληφότας, δι’ οὗ καὶ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
1. 一切荣耀和宽广都赐给了你们,于是经上所写的成就了:“那蒙爱者吃了、喝了,变得宽广,又肥胖起来,就踢蹬反抗。”2. 由此就生出嫉妒和忌恨、争战和被掳。3. 这样,卑贱的人起来攻击尊贵的人,无荣的人攻击有荣的人,愚昧的人攻击明智的人,年轻的人攻击长老。4. 因此,公义与平安远离了,因为各人都离弃了敬畏上帝,在对他的信心上眼目昏花,不行在他命令的律例中,也不照着对基督应尽的本分生活,反而各人照自己邪恶之心的私欲行事,怀抱不义而不敬虔的嫉妒;死亡也正是藉着这嫉妒进入世界。
IV
1. Γέτραπται γὰρ οὕτως· Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκεν Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ θεῷ, καὶ Ἄβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. 2. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. 3. καὶ ἐλυπήθη Κάϊν καὶ συνέπεσεν τῷ προσώπῳ αὐτοῦ. 4. καὶ εἶπεν ὁ θεὸς πρὸς Κάϊν· Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσεν τὸ πρόωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; 5. ἡσύχασον· πρὸς σὲ ἡ ἀποσροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. 6. καὶ εἶπεν Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. 7. ὁρᾶτε, ἀδελφοί, ζῆλος καὶ φθόνος ἀδελφοκτονίαν κατειργάσατο. 8. διὰ ζῆλος ὁ πατὴρ ἡμῶν Ἰακὼβ ἀπέδρα ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. 9. ζῆλος ἐποίησεν Ἰωσὴφ μέχρι θανάτου διωχθῆναι καὶ μέχρι δουλείας εἰσελθεῖν. 10 ζῆλος φυγεῖν ἠνάγκασεν Μωϋσῆν ἀπὸ προσώπου Φαραὼ βασιλέως Αἰγύπτου ἐν τῷ ἀκοῦσαι αὐτὸν ἀπὸ τοῦ ὁμοφύλου. Τίς σε κατέστησεν κριτὴν ἢ δικαστὴν ἐφ’ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλεσ ἐχθὲς τὸν Αἰγύπτιον; 11. διὰ ζῆλος Ἀαρὼν καὶ Μαριὰμ ἔξω τῆς παρεμβολῆς ηὐλίσθησαν. 12. ζῆλος Δαθὰν καὶ Ἀβειρὼν ζῶντας κατήγαγεν εἰς ᾅδου διὰ τὸ στασιάσαι αὐτοὺς πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν. 13. διὰ ζῆλος Δαυεὶδ φθόνον ἔσχεν οὐ μόνον ὑπὸ τῶν ἀλλοφύλων, ἀλλὰ καὶ ὑπὸ Σαοὺλ βασιλέως Ἰσραὴλ ἐδιώχθη.
1. 因为经上这样写着:“过了些日子,该隐拿地里的出产作祭物献给上帝;亚伯也从羊群中头生的和它们的脂油中献上。2. 上帝看中了亚伯和他的礼物,却没有看中该隐和他的祭物。3. 该隐就忧愁,脸色沉了下来。4. 上帝对该隐说:‘你为什么忧愁?你的脸为什么沉下来?你若正确地献上,却没有正确地分辨,岂不是犯了罪吗?5. 安静吧;它必归向你,你也要管辖它。’6. 该隐对他的兄弟亚伯说:‘我们往田间去吧。’他们在田间的时候,该隐起来攻击他的兄弟亚伯,把他杀了。”7. 弟兄们,你们看,嫉妒和忌恨造成了杀害兄弟的事。8. 因嫉妒,我们的祖宗雅各从他兄弟以扫面前逃走。9. 嫉妒使约瑟被逼迫,几乎至死,并且进入奴役之中。10. 嫉妒迫使摩西从埃及王法老面前逃走;这是因为他听见同族人说:“谁立你作我们的首领和审判者呢?难道你要杀我,像昨天杀那埃及人一样吗?”11. 因嫉妒,亚伦和米利暗在营外住宿。12. 嫉妒使大坍和亚比兰活活下到阴间,因为他们背叛上帝的仆人摩西。13. 因嫉妒,大卫不仅受外族人嫉恨,也被以色列王扫罗逼迫。
V
1. Ἀλλ’ ἵνα τῶν ἀρχαίων ὑποδειγμάτων παυσώμεθα, ἔθωμεν ἐπὶ τοὺς ἔγγιστα γενομένους ἀθλητάς· λάβωμεν τῆς γενεᾶς ἡμῶν τὰ γενναῖα ὑποδείγματα. 2. διὰ ζῆλον καὶ φθόνον οἱ μέγιστοι καὶ δικαιότατοι στύλοι ἐδιώχθησαν καὶ ἕως θανάτου ἤθλησαν. 3. λάβωμεν πρὸ ὀφθαλμῶν ἡμῶν τοὺς ἀγαθοὺς ἀποστόλους· 4. Πέτρον, ὃς διὰ ζῆλον ἄδικον οὐχ ἕνα οὐδὲ δύο, ἀλλὰ πλείονας ὑπήνεγκεν πόνους καὶ οὕτω μαρτυρήσας ἐπορεύθη εἰς τὸν ὀφειλόμενον τόπον τῆς δόξης. 5. διὰ ζῆλον καὶ ἔριν Παῦλος ὑπομονῆς βραβεῖον ὑπέδειξεν, 6. ἑπτάκις δεσμὰ φορέσας, φυγαδευθείς, λιθασθείς, κήρυξ γενόμενος ἔν τε τῇ ἀναλῇ καὶ ἐν τῇ δύσει, τὸ γενναῖον τῆς πίτεως αὐτοῦ κλέος ἔλαβεν. 7. δικαιοσύνην διδάξας ὅλον τὸν τὸν κόσμον, καὶ ἐπὶ τὸ τέρμα τῆς δυσεως ἐλθὼν καὶ μαρτυρήσας ἐπὶ τῶν ἡγουμένων, οὕτως ἀπηλλάγη τοῦ κοσμου καὶ εἰς τὸν ἅγιον τόπον ἀνελήμφθη, ὑπομονῆς γενόμενος μέγιστος ὑπογραμμός.
1. 但我们暂且不再说古时的榜样,转向最近的运动员;让我们取我们这一代勇毅的榜样。2. 因嫉妒和忌恨,那些最大、最公义的柱石受逼迫,并争战直到死。3. 让我们把善良的使徒摆在眼前。4. 彼得因不义的嫉妒,不是忍受一两件苦难,而是忍受许多苦难;这样作了见证之后,他往那应许给他的荣耀之处去了。5. 因嫉妒和争竞,保罗显明了忍耐的奖赏。6. 他七次戴上锁链,被放逐,被石头打,成为在东方和西方的传道人,得着他信心勇毅的美名。7. 他教导全世界公义,又来到西方的边界,在掌权者面前作见证;这样他离开了世界,被接到圣所,成了忍耐最伟大的榜样。
VI
1. Ταῦτα, ἀγαπητοί, οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν, ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες· ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι, καὶ ὁ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται. 2. διὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας, καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα, 3. καὶ ἐνώπιον τοῦ ποιήσαντος ἡμᾶς. 4. ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν, ὡς ἔστιν τίμιον τῷ πατρὶ αὐτοῦ, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑήνεγκεν. 5. διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν ὁ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ’ αὐτόν. 6. Νῶε ἐκήρυξεν μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν. 7. Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν· οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καιπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες.
1. 亲爱的,我们写这些话,不只是劝诫你们,也是在提醒自己;因为我们在同一个竞技场中,同一场争战也摆在我们面前。2. 因此,让我们离弃空洞而虚妄的挂虑,转向我们传统中光荣而庄重的准则,3. 并站在那造我们的主面前。4. 让我们定睛看基督的血,并知道这血在他父面前何等宝贵;因为这血为我们的救恩而流出,把悔改的恩典带给全世界。5. 让我们走遍所有世代,细察主在每一个世代都把悔改的机会赐给那些愿意转向他的人。6. 挪亚宣讲悔改,顺从的人就得救。7. 约拿向尼尼微人宣告毁灭;他们却为自己的罪悔改,恳求上帝而使上帝施恩,于是得着救恩,尽管他们原是与上帝无分的人。
VII
1. Ταῦτα, ἀγαπητοί, οὐ μόνον ὑμᾶς νουθετοῦντες ἐπιστέλλομεν, ἀλλὰ καὶ ἑαυτοὺς ὑπομιμνήσκοντες· ἐν γὰρ τῷ αὐτῷ ἐσμὲν σκάμματι, καὶ ὁ αὐτὸς ἡμῖν ἀγὼν ἐπίκειται. 2. διὸ ἀπολίπωμεν τὰς κενὰς καὶ ματαίας φροντίδας, καὶ ἔλθωμεν ἐπὶ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως ἡμῶν κανόνα, 3. καὶ ἐνώπιον τοῦ ποιήσαντος ἡμᾶς. 4. ἀτενίσωμεν εἰς τὸ αἷμα τοῦ Χριστοῦ καὶ γνῶμεν, ὡς ἔστιν τίμιον τῷ πατρὶ αὐτοῦ, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑήνεγκεν. 5. διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ μετανοίας τόπον ἔδωκεν ὁ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ’ αὐτόν. 6. Νῶε ἐκήρυξεν μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν. 7. Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν· οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καιπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες.
1. 亲爱的,我们写这些话,不只是劝诫你们,也是在提醒自己;因为我们在同一个竞技场中,同一场争战也摆在我们面前。2. 因此,让我们离弃空洞而虚妄的挂虑,转向我们传统中光荣而庄重的准则,3. 并站在那造我们的主面前。4. 让我们定睛看基督的血,并知道这血在他父面前何等宝贵;因为这血为我们的救恩而流出,把悔改的恩典带给全世界。5. 让我们走遍所有世代,细察主在每一个世代都把悔改的机会赐给那些愿意转向他的人。6. 挪亚宣讲悔改,顺从的人就得救。7. 约拿向尼尼微人宣告毁灭;他们却为自己的罪悔改,恳求上帝而使上帝施恩,于是得着救恩,尽管他们原是与上帝无分的人。
VIII
1. Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν. 2. καὶ αὐτὸς δὲ ὁ δεσπότης τῶν ἁπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκου· Ζῶ γὰρ ἐγώ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, προστιθεὶς καὶ γνώμην ἀγαθήν· 3. Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπό τῆς ἀνομίας ὑμῶν· εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ μου. Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου, και ἐπιστραφῆτε πρός με ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε· Πάτερ· ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου. 4. καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως· Λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρα· καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. 5. πάντας οὖν τοὺς ἀγαπητοὺς αὐτοῦ βουλόμενος μετανοίας μετασχεῖν ἐστήριξεν τῷ παντοκρατορικῷ βουλήματι αὐτοῦ.
1. 上帝恩典的执事们,藉着圣灵讲论悔改。2. 万有的主自己也带着誓言讲论悔改:“主说,我指着我的永生起誓,我不愿罪人死亡,乃愿他悔改。”他又加上良善的旨意说:3. “以色列家啊,要从你们的不法中悔改。我曾对我百姓的子民说:你们的罪若从地达到天,若比朱红更红、比麻布更黑,只要你们全心转向我,并说:父啊,我就要垂听你们,如同垂听圣洁的百姓。”4. 他在另一处也这样说:“你们要洗濯,使自己洁净;要从我眼前除掉你们灵魂中的恶;止住你们的恶行,学习行善,寻求公正,解救受欺压的人,为孤儿伸冤,为寡妇辩护。主说,你们来,我们彼此辩明:你们的罪虽像朱红,我必使它们白如雪;虽红如丹颜,我必使它们白如羊毛。你们若愿意听从我,就必吃地上的美物;若不愿意,也不听从我,刀剑必吞灭你们;因为主的口说了这些话。”5. 因此,他愿意所有蒙他爱的人都有份于悔改,就以他全能的旨意坚固了这事。
IX
1. Διὸ ὐπακούσωμεν τῇ μεγαλοπρεπεῖ καί ἐνδόξῳ βουλήσει αὐτοῦ, καὶ ἱκέται βενόμενοι τοῦ ἐλέους καὶ τῆς χρηστότητος αὐτοῦ προσπέσωμεν καὶ ἐπιστρέψωμεν ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀπολιπόντες τὴν ματαιοπονίαν τήν τε ἔριν καὶ τὸ εἰς θάνατον ἄγον ζῆλος. 2. ἀτενίσωμεν εἰς τοὺς τελείως λειτουργήσαντας τῇ μεγαλοπρεπεῖ δόξῃ αὐτοῦ. 3. λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ οὐχ εὑρέθη αὐτοῦ θάνατος. 4. Νῶε πιστὸς εὑρεθεὶς διὰ τῆς λειτουργίας αὐτοῦ παλιγγενσίαν κόσμῳ ἐκήρυξεν, καὶ διέσωσεν δι’ αὐτοῦ ὁ δεσπότης τὰ εἰσελθόντα ἐν ὁμονοίᾳ ζῶα εἰς τὴν κιβωτόν.
1. 因此,让我们顺服他宏伟而荣耀的旨意,成为求他怜悯和良善的人,俯伏在他面前,转向他的慈悲,离弃虚妄的劳苦、争竞,以及那引向死亡的嫉妒。2. 让我们定睛看那些完全服事他宏伟荣耀的人。3. 让我们以以诺为例;他因顺服而被显为义,就被迁去,没有人见到他的死。4. 挪亚被显为忠信,藉着他的服事向世界宣告重生;主也藉着他拯救了那些同心进入方舟的动物。
X
1. Ἀβραάμ, ὁ φίλος προσαγορευθείς, πιστὸς εὑρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῖς ῥήμασιν τοῦ θεοῦ. 2. οὗτος δι’ ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὀλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐαγγελίας τοῦ θεοῦ. λέγει γὰρ αὐτῷ· 3. Ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ καταράσομαι τοὺς καταρωμένουσ σε. καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. 4. καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὼτ εἶπεν αὐτῷ ὁ θεός. Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι´πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. 5. καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. 6. καὶ πάλιν λέγει· Ἐξήγαγεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7. διὰ πίστιν καὶ φιλοξενίαν ἐδόθη αὐτῷ υἱὸς ἐν γήρᾳ, καὶ δι’ ὑπακοῆς προσήνεγκεν αὐτὸν θυσίαν τῷ θεῷ πρὸς τὸ ὄρος ὃ ἔδειξεν αὐτῷ.
1. 亚伯拉罕被称为朋友;他因顺服上帝的话,被显为忠信。2. 他藉着顺服离开自己的土地、亲族和父家,好叫他撇下一小块土地、软弱的亲族和微小的家,承受上帝的应许。因为上帝对他说:3. “你要离开你的地和你的亲族,你就必蒙福;我要赐福给祝福你的人,咒诅咒诅你的人;地上的万族都必因你蒙福。”4. 他与罗得分开时,上帝又对他说:“你要举目,从你现在所在的地方观看,向北、向南、向东、向西;凡你所看见的一切土地,我都要赐给你和你的后裔,直到永远。5. 我要使你的后裔如地上的沙;若有人能数算地上的沙,你的后裔也就能被数算。”6. 他又说:“上帝领亚伯拉罕出来,说:你要数算众星,若你能数得过来;你的后裔也要这样。”亚伯拉罕信上帝,这就算为他的公义。7. 因着信心和好客,他在年老时得了儿子;又因着顺服,他把这儿子带到上帝指示他的山上,献为祭给上帝。
XI
十一
1. Διὰ φιλοξενίαν καὶ εὐσέβειαν Λὼτ ἐσώθη ἐκ Σοδόμων, τῆς περιχώρου πάσης κριθείσης διὰ πυρὸς καὶ θείου, πρόδηλον ποιήσας ὁ δεσπότης, ὅτι τοὺς ἐπίζοντας ἐπ’ αὐτὸν οὐκ ἐγκαταλείπει, τοὺς δὲ ἑτεροκλινεῖς ὑπάρχοντας εἰς κόλασιν καὶ αἰκισμὸν τίθησιν. 2. συνεξελθούσης γὰρ αὐτῷ τῆς γυναικὸς ἑτερογνώμονος ὑπαρχούσης καὶ οὐκ ἐν ὁμονοίᾳ, εἰς τοῦτο σημεῖον ἐτέθη, ὥστε γενέσθαι αὐτὴν στήλην ἁλὸς ἕως τῆς ἡμέρας ταύτης, εἰς τὸ γνωστὸν εἶναι πᾶσιν, ὅτι οἱ δίψυχοι καὶ οἱ διστάζοντες περὶ τῆς τοῦ θεοῦ δυνάμεως εἰς κρίμα καὶ εἰς σημείωσιν πάσαις ταῖς γενεαῖς γίνονται.
1. 因着好客和敬虔,罗得从所多玛得救;那一带全境则受火与硫磺的审判。主藉此清楚显明:他不撇弃那些仰望他的人,却把偏向别处的人置于刑罚和痛苦之中。2. 因为与他一同出来的妻子,心思另有所向,并不同心,就被立为记号,以致她成了盐柱,直到今日;这使众人都知道,心怀二意、疑惑上帝能力的人,必成为审判,也成为给万世代看的记号。
XII
十二
1. Διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη ῾Ραὰβ ἡ πόρνη. 2. ἐκπεμφθέντων γὰρ ὑπο Ἰησοῦ τοῦ τοῦ Ναυὴ κατασκόπων εἰς τὴν Ἱεριχώ, ἔγνω ὁ βασιλεὺς τῆς γῆς, ὅτι ἥκασιν κατασκοπεῦσαι τὴν χώραν αὐτῶν, καὶ ἐξέπεμψεν ἄνδρας τοὺς συλλημψομένους αὐτούς, ὅπως συλλημφθέντες θανατωθῶσιν. 3. ἡ οὖν φιλόξενος ῾Ραὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν λινοκαλάμην. 4. ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων· Πρὸς σὲ εἰσῆλθον οἱ βασιλεὺς οὕτως κελεύει, ἥδε ἀπεκρίθη· Εἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρός με, ἀλλ’ εὐθέως ἀπη¨λθον καὶ πορεύονται τῇ ὁδῷ· ὐοδεικνύουσα αὐτοῖς ἐναλλάξ. 5. καὶ εἶπεν πρὸς τοὺς ἄνδρας· Γινώσκοσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῖν τὴν τῆν ταύτην· ὁ γὰρ φόβος αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς, διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου. 6. καὶ εἶπαν αὐτῇ· Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν, ὡς´πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται· ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς οἰκίας, ἀπολοῦνται. 7. καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αἵματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν. 8. ὁρᾶτε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις, ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.
1. 因着信心和好客,妓女喇合得救。2. 因为嫩的儿子约书亚差遣探子进入耶利哥时,那地的王知道他们来窥探他们的地方,就派人去捉拿他们,好叫他们被捕后处死。3. 好客的喇合接待他们,把他们藏在楼上的房间里,藏在麻秸下面。4. 王所派的人来到,说:“那些窥探我们土地的人进到你这里来了;王这样吩咐。”她回答说:“你们所寻找的人确实到我这里来过,但他们立刻离开,往路上去了。”她这样把他们指向相反的方向。5. 她又对那些人说:“我确实知道,主上帝正把这地交给你们;因为惧怕你们的心已经临到居民。你们得着这地的时候,要救我和我父家。”6. 他们对她说:“必照你对我们所说的成就;你要把你所有的人聚集在你屋顶之下,他们就必得救;凡在屋外被发现的人,必灭亡。”7. 他们又给她一个记号,要她从自己家中悬挂朱红线;这清楚显明,藉着主的血,救赎必临到一切信靠并盼望上帝的人。8. 亲爱的,你们看,在这个女人身上,不只有信心,也有预言。
XIII
十三
1. Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί, ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καί ἀφροσύνην καὶ ὀργάς, καὶ ποιήσωμεν τὸ γεγραμμένον, λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἡ ὁ καυχώμενος ἐν κυρίῳ δαυχάσθω, τοῦ ἐκζητεῖν αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην· μάλιστα μεμνημένοι τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, οὓς ἐλάλησεν δεδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν. 2. οὕτως γὰρ εἶπεν· Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς χρηστεύεσθε, οὕτως ψρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν. 3. ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες· φησὶν γὰρ ὁ ἅγιος λόγος· 4. Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια.
1. 所以,弟兄们,让我们存谦卑的心,脱去一切自夸、骄傲、愚昧和怒气,行经上所写的;因为圣灵说:“智慧人不可因自己的智慧夸口,强壮人不可因自己的力量夸口,富足人不可因自己的财富夸口;夸口的,当在主里夸口,就是寻求他,并行审判和公义。”我们尤其要记念主耶稣的话,就是他教导温和与忍耐时所说的话。2. 因为他这样说:“你们要怜悯,好叫你们蒙怜悯;你们要赦免,好叫你们蒙赦免;你们怎样以恩慈待人,也必怎样受恩慈相待;你们用什么量器量给人,也必用什么量器量给你们。”3. 让我们以这命令和这些吩咐坚固自己,以谦卑的心顺服他的话而行;因为圣言说:4. “我所看顾的,不正是那温柔、安静、因我的话战兢的人吗?”
XIV
十四
1. Δίκαιον οὖν καὶ ὅσιον, ἄνδρες ἀδελφοί, ὑπηκόους ἡμᾶς μᾶλλον γενέσθαι τῷ θεῷ ἢ τοῖς ἐν ἀλαζονείᾳ καὶ ἀκαταστασίᾳ μυσεροῦ ζήλους ἀρχηγοῖς ἐξακολουθεῖν. 2. βλάβην γὰρ οὐ τὴντυχοῦσαν, μᾶλλον δὲ κίνδυνον ὑποίσομεν μέγαν, ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων, οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις, εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος. 3. χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ ποιήσαντος ἡμᾶς. 4. γέγραπται γάρ· Χρηστοὶ ἔσονται οἰκήτροες γῆς, ἄκακαοι δὲ ὑπολειφθήσονται ἐπ’ αὐτῆς· οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται απ’ αὐτῆς. 5. καὶ πάλιν λέγει· Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὗρον. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.
1. 所以,弟兄们,我们更应当顺服上帝,而不是跟随那些在可憎嫉妒的骄傲和混乱中作首领的人;这是公义而圣洁的。2. 因为我们若鲁莽地把自己交给人的意愿,就是那些把人投向争竞和纷争、使我们离开良善之事的人,就要承受非同小可的损害,更确切地说,是极大的危险。3. 让我们照那造我们的主的怜悯和温柔,以恩慈彼此相待。4. 因为经上写着:“仁慈的人必居住在地上,无恶的人必存留其上;犯法的人却要从其上被剪除。”5. 又说:“我曾看见不敬虔的人被高举,升起如黎巴嫩的香柏树;我经过,看哪,他不在了;我寻找他的地方,却没有找到。你要守无恶之道,观看正直,因为平安的人有存留的结局。”
XV
十五
1. Τοίνυν κολληθῶμεν τοῖς μετ’ εὐσεβείας ἐρηνεύουσιν, καὶ μὴ τοῖς μεθ’ ὑποκρίσεως βουλομένοις ἐρήνην. 2. λέγει γάρ που· Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ. 3. καὶ πάλιν· Τῷ στόματι αὐτῶν κατηρῶντο. 4. καὶ πάλιν λέγει· Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. 5. διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστιν· τίς ἡμῶν κύριος ἐστιν; 6. ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ, 7. παρρησιάσομαι ἐν αὐτῷ.
1. 因此,让我们亲近那些以敬虔持守和平的人,而不是亲近那些带着假冒为善而想要和平的人。2. 因为某处说:“这百姓用嘴唇尊敬我,他们的心却远离我。”3. 又说:“他们用口咒诅。”4. 又说:“他们用口爱他,用舌头向他撒谎;他们的心却不正对他,也没有在他的约中忠信。”5. 因此,“愿诡诈的嘴唇哑口,就是那说话攻击义人、行不法之事的嘴唇。”又说:“愿主剪除一切诡诈的嘴唇和说大话的舌头,就是那些说:我们要使舌头显大;我们的嘴唇属于我们;谁是我们的主呢?6. 因贫穷人的困苦和穷乏人的叹息,主说,我现在要起来;我要把他安置在救恩中,7. 我要在其中坦然说话。”
XVI
十六
1. Ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ. 2. τὸ σκῆπτρον τῆς μεγαλωσύνης τοῦ θεοῦ, ὁ κύριος Ἰησοῦς Χριστός, καίπερ δυνάμενος, ἀλλὰ ταπεινοφρονῶν, καθὼς τὸ πνεῦμα τὸ ἅγιον περὶ αὐτοῦ ἐλάλησεν· φησὶν γάρ· 3. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν αὐτῷ εἶδος οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τὸ εἰδος τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη· 4. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ἀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· 5. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. 6. πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῳ αὐτοῦ ἐπλανήθη· 7. καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. 8. τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 9. ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. 10. δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς. 11. ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. 12. καὶ κύριος βούλεται ἀφελεῖν ἀπὸ του πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δίκαιον εὖ δουλεύοντα πολλοῖς. καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. 13. διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. 14. καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. 15. καὶ´πάλιν αὐτός φησιν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. 16. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με. ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. 17. ὁρᾶτε, ἄνδρες ἀγαπητοί, τίς ὁ ὑπογραμμὸς ὁ δεδομένος ἡμῖν· εἰ γὰρ ὁ κύριος οὕτως ἐταπεινοφρόνησεν, τί ποιήσωμεν ἡμεῖς οἱ ὑπό τὸν ζυγὸν τῆς χάριτος αὐτοῦ δι’ αὐτοῦ ελθόντες;
1. 因为基督属于存谦卑心的人,不属于那些在他的羊群上自高的人。2. 上帝威严的权杖,我们的主耶稣基督,虽有能力,却存谦卑的心,正如圣灵论到他说的话;因为经上说:3. “主啊,谁信了我们所听见的?主的膀臂向谁显露呢?我们在他面前宣告,他如小孩子,如根出于干旱之地;他没有形貌,也没有荣耀。我们看见他,他没有形貌,也没有美丽;他的形貌卑微,低于人的形貌;他是受击打、受痛苦的人,知道承受软弱;他的面貌被转开,他被藐视,也不被算为有价值。4. 这人担当我们的罪,为我们受软弱;我们却算他是在痛苦、击打和苦害中。5. 他为我们的罪受伤,为我们的不法受苦;使我们得平安的管教在他身上;因他的鞭伤,我们得了医治。6. 我们众人都如羊走迷,各人偏行自己的路。7. 主却把他交出,为我们的罪;他因受苦害,并不开口。他像羊被牵到宰杀之地,又像羊羔在剪毛的人面前无声,他也是这样不开口。他在卑微中,他的审判被夺去。8. 谁能述说他的世代呢?因为他的生命从地上被取去。9. 因我百姓的不法,他来到死亡。10. 我要使恶人代替他的埋葬,使富人代替他的死亡;因为他没有行不法,口中也没有诡诈。主愿意洁净他的伤。11. 你们若为罪献上,你们的灵魂必看见长久的后裔。12. 主愿意除去他灵魂的痛苦,向他显明光,并以悟性塑造他;这义人善于服事许多人,他也必担当他们的罪。13. 因此,他必承受许多人,又与强者分掳物;因为他的灵魂被交于死亡,并被列在不法的人中。14. 他担当了许多人的罪,又因他们的罪被交出。”15. 他又亲自说:“我是虫,不是人;是人的羞辱,百姓所藐视的。16. 凡看见我的都嗤笑我;他们用嘴唇说话,摇着头说:他倚靠主,让主救他吧;既然主喜悦他,就让主拯救他吧。”17. 亲爱的弟兄们,你们看,赐给我们的榜样是谁;因为主既这样存谦卑的心,我们这些藉着他来到他恩典之轭下的人,又当怎样行呢?
XVII
十七
1. Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ· λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας· πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους. 2. ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καί φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. 3. ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται· Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. 4. ἀλλ’ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων· Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ. 5. Μωϋσῆς πιστὰς ἐν ὅλῳ τῷ οἰκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὑτοῦ ἔκρινεν ὁ θεὸς Αἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν· ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ’ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου· Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; Ἐγὼ δέ εἰμι ἰσχνὀφωνος καὶ βραδύγλωσσος. 6. καὶ πάλιν λέγει· Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.
1. 让我们也成为那些人的效法者;他们穿着山羊皮和羊皮行走,宣讲基督的来临。我们所说的是先知以利亚、以利沙,还有以西结;此外还有那些得了见证的人。2. 亚伯拉罕大大得了见证,并被称为上帝的朋友;他定睛看上帝的荣耀,却存谦卑的心说:“我不过是尘土和灰烬。”3. 关于约伯,也这样写着:“约伯是公义、无可指摘、真实、敬畏上帝、远离一切恶事的人。”4. 但他也控告自己说:“没有人洁净无污,即使他的生命只有一天也不能。”5. 摩西在上帝全家中被称为忠信;上帝藉着他的服事,用灾害和刑罚审判了埃及。但他虽然大得荣耀,却没有说大话;反而在荆棘中有神谕赐给他时说:“我是谁,竟使你差遣我?我是声音微弱、舌头迟钝的人。”6. 他又说:“我不过是锅中冒出的蒸气。”
XVIII
十八
1. Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ Δαυείδ ἐφ’ οὗ εἶπεν ὁ θεός· Εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν. 2. ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θεὸν· Ἐλέησόν με, ὁ θεός, κατὰ το μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. 3. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου ἐμώπιόν μου ἐστὶν διαπαντός. 4. σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 5. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. 6. ἰδοὺ γὰρ ἀλήθειαν ἠγαπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 7. ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 8. ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. ἀγαλλιάσοντα ὀστᾶ τεταπεινωμένα. 9. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 10. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 11. μὴ ἀπορίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. 12. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. 13. διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπιστρέψουσιν ἐπὶ σέ. 14. ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεός, ὁ θεὸς τῆς σωτηρίας μου. 15. ἀγαλλιάσεται ἡ γλῶσασά μου τὴν δικαιοσύνην σου. κύριε, τὸ στόμα μου ἀνοίξεις, καὶ τὰ χείλη μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 16. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 17. θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει.
1. 关于那得了见证的大卫,我们又当说什么呢?上帝论到他说:“我寻得一个合我心意的人,就是耶西的儿子大卫;我以永远的怜悯膏了他。”2. 但他也对上帝说:“上帝啊,求你照你丰盛的怜悯怜悯我,照你诸般慈悲涂抹我的不法。3. 求你更多洗净我,使我脱离我的不法;洁净我,使我脱离我的罪。因为我的不法常在我面前。4. 我只得罪了你,在你面前行了这恶,好叫你在你的话语中显为公义,并在你受审判时得胜。5. 看哪,我是在不法中被孕育,我母亲在罪中怀了我。6. 看哪,你喜爱真理;你已向我显明你智慧中隐秘而隐藏的事。7. 你要用牛膝草洒我,我就洁净;你要洗我,我就比雪更白。8. 你要使我听见欢欣和喜乐;卑微的骨头也要欢喜。9. 求你转脸不看我的罪,涂抹我一切的不法。10. 上帝啊,求你在我里面造清洁的心,在我腹中更新正直的灵。11. 不要把我从你面前丢弃,也不要从我身上收回你的圣灵。12. 求你把你救恩的欢欣还给我,以治理的灵坚固我。13. 我就要将你的道路教导不法的人,不敬虔的人也必转向你。14. 上帝啊,我救恩的上帝,求你救我脱离流血的罪。15. 我的舌头必欢呼你的公义。主啊,你要开我的口,我的嘴唇就要宣扬对你的赞美。16. 因为你若喜悦祭物,我就献上;燔祭你并不悦纳。17. 献给上帝的祭,是忧伤痛悔的灵;忧伤痛悔的心,上帝必不轻看。”
XIX
十九
1. Τῶν τοσούτων οὖν καὶ τοιούτων οὕτως μεμαρτυρημένων τὸ ταπεινόφρον καὶ τὸ ὑποδεὲς διὰ τῆς ὑπακοῆς οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ τὰς πρὸ ἡμῶν γενεὰς βελτίους ἐποίησεν, τούς τε καταδεξαμένους τὰ λόγια αὐτοῦ ἐν φόβῳ καὶ ἀληθείᾳ. 2. πολλῶν οὖν καὶ μεγάλων καὶ ἐνδόξων μετειληφότες πράξεων ἐπαναδράμωμεν ἐπὶ τὸν ἐξ ἀρχῆς παραδεδομένον ἡμῖν τῆς εἰρήνης σκοπόν, καὶ ἀτενίσωμεν εἰς τὸν πατέρα καὶ κτίστην τοῦ σύμπαντος κόσμου καὶ ταῖς μεγαλοπρεπέσι καὶ ὑπερβαλλούσαις αὐτοῦ δωρεαῖς τῆς εἰρήνης εὐεργεσίαις τε κολληθῶμεν. 3. ἴδωμεν αὐτὸν κατὰ διάνοιαν καὶ ἐμβλέψωμεν τοῖς ὄμμασιν τῆς ψυχῆς εἰς τὸ μακρόθυμον αὐτοῦ βούλημα· νοήσωμεν, πῶς ἀόργητος ὑπάρχει πρὸς πᾶσαν τὴν κτίσιν αὐτοῦ.
1. 既有这么多、这样的人如此得了见证,谦卑和卑微藉着顺服,不仅使我们成为更好的人,也使我们以前的世代成为更好的人,就是那些以敬畏和真理领受他话语的人。2. 因此,我们既有份于许多伟大而荣耀的事,就当奔回那从起初传给我们的和平目标,定睛看全宇宙的父和创造主,并紧紧连于他宏伟、超越的和平恩赐和益处。3. 让我们在思想中观看他,用灵魂的眼睛凝视他忍耐的旨意;让我们明白,他对自己一切受造物是何等不轻易发怒。
XX
二十
1. Οἱ οὐρανοὶ τῇ διοικήσει αὐτοῦ σαλευόμενοι ἐν εἰρήνῃ ὑποτάσσονται αὐτῷ. 2. ἡμέρα τε καὶ νὺξ τὸν τεταγμένον ὑπ’ αὐτοῦ δρόμον διανυουσιν, μηδὲν ἀλλήλοις ἐμποδίζοντα. 3. ἥλιός τε καὶ σελήνη, ἀστέρων τε χοροὶ κατὰ τὴν διαταγὴν αὐτοῦ ἐν ὁμονοίᾳ δίχα πάσης παρεκβάσεως ἐξελίσσουσιν τοὺς ἐπιτεταγμέπνους αὐτοῖς ὁρισμούς. 4. γῆ κυοφοροῦσα κατὰ τὸ θέλημα αὐτοῦ τοῖς ἰδίοις καιροῖς τὴν πανπληθῆ ἀνθρώποις τε καὶ θηρσὶν καὶ πᾶσιν τοῖς οὖσιν ἐπ’ αὐτῆς ζώοις ἀνατέλλει τροφήν, μὴ διχοστατοῦσα μηδὲ ἀλλοιοῦσά τι τῶν δεδογματισμένων ὑπ’ αὐτοῦ. 5. ἀβύσσων τε ἀνεξιχνίαστα καὶ νερτέων ἀνεκδιήγητα κλίματα τοῖς αὐτοῖς συνέχεται προστάγμασιν. 6. τὸ κύτος τῆς ἀπείρου θαλάσσης κατὰ τὴν δημιουργίαν αὐτοῦ συσταθὲν εἰς τὰς συναγωγὰς οὐ παρεκβαίνει τὰ περιτεθειμένα αὐτῇ κλεῖθρα, ἀλλὰ καθὼς δέταξεν αὐτῇ, οὕτως ποιεῖ. 7. εἶπεν γάρ· Ἕως ὧδε ἥξεις, καὶ τὰ κύματά σου ἐν σοὶ συντριβήσεται. 8. ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ’ αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς του δεσπότου διευθύνονται. 9. καιροὶ ἐαρινοὶ καὶ θερινοὶ καὶ μετοπωρινοὶ καὶ ψειμερινοὶ ἐν εἰρήνῃ μεταπαραδιδοασιν ἀλλήλοις. 10. ἀνέμων σταθμοὶ κατὰ τὸν ἴδιον καιρὸν τὴν λειτουργίαν αὐτῶν ἀπροσκόπως ἐπιτελοῦσιν· ἀέναοί τε πηγαί, πρὸς απόλαυσιν καὶ ὐγείαν δημιουργηθεῖσαι, δίχα ἐλλείψεως παρέχονται τοὺς πρὸς ζωῆς ἀνθρωποις μαζούς· τά τε ἐλάχιστα τῶν ζώων τὰς συνελεύσεις αὐτῶν ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ ποιοῦνται. 11. ταῦτα πάντα ὁ μέγας δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ προσέταξεν εἶναι, εὐεργετῶν τὰ πάντα, ὑπερεκπερισσῶς δὲ ἡμᾶς τοὺς προσπεφευγόντας τοῖς οικτιρμοῖς αὐτοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 12. ᾦ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 诸天在他的治理下运行,平安地顺服他。2. 白昼和黑夜走完他所安排的路程,彼此毫不拦阻。3. 太阳、月亮和众星的行列,照他的命令同心运转,完成所指定给它们的界限,毫无偏离。4. 大地照他的旨意怀胎,在自己的时令中,为人、兽和地上一切活物生出极其丰盛的食物;它不分裂,也不改变他所规定的任何事。5. 深渊不可测度之处,以及地下不可言说的区域,也由同样的命令维系。6. 无限大海的盆地,按他的创造聚集起来,并不越过他为它安置的栓闩,而是照他所命定的去行。7. 因为他说:“你只可到这里;你的波浪必在你里面破碎。”8. 人所不能跨越的海洋,以及其后的诸世界,也由主同样的命令治理。9. 春、夏、秋、冬各季,在平安中彼此交替。10. 风的各站按自己的时令,无阻地完成它们的服事;永流的泉源,为享用和健康而被造,毫不缺乏地供给人生命所需的乳汁;甚至最小的活物也在同心与平安中举行自己的聚集。11. 这一切,伟大的创造主和万有的主都命令它们在平安与同心中存在;他善待万有,尤其格外善待我们这些藉着我们的主耶稣基督投奔他怜悯的人。12. 愿荣耀和威严归给他,直到永永远远。阿们。
XXI
二十一
1. Ὁρᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα ἡμῖν, ἐὰν μὴ ἀξιως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθ’ ὁμονοίας. 2. λέγει γάρ που· Πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμιεῖα τῆς γαστρός· 3. ἴδωμεν, πῶς ἐγγύς ἐστιν, καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ἡμῶν οὐδὲ τῶν διαλογισμῶν ὧν ποιούμεθα· 4. δίκαιον οὖν ἐστὶν μὴ λειποτακτεῖν ἡμᾶς ἀπό τοῦ θελήματος αὐτοῦ. 5. μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαζονείᾳ τοῦ λόγου αὐτῶν προσκόψωμεν ἢ τῷ θεῷ. 6. τὸν κύριον Ἰησοῦν Χριστόν, οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἐδόθη, ἐντραπῶμεν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ, τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα. 7. τὸ ἀκιαγάπητον τῆς ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. 8. τὰ τέκνα ἡμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν· μαθέτωσαν, τί ταπεινοφροσύνη παρὰ θεῷ ισχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύνατι, πῶς ὁ φόβος αὐτοῦ καλὸς καὶ μέγας καὶ σώζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν καθαρᾷ. 9. ἐρευνητὴς γάρ ἐστιν ἐννοιῶν καὶ ἐνθυμήσεων· οὗ ἡ πνοὴ αὐτοῦ ἐν ἡμῖν ἐστίν, καὶ ὅταν θέλῃ, ἀνελεῖ αὐτήν.
1. 亲爱的,你们要谨慎,免得他许多的恩惠成了我们的审判;若我们不按配得他的方式生活,不同心行他面前良善而蒙悦纳的事,就会如此。2. 因为某处说:“主的灵是灯,察验腹中深处。”3. 让我们看见他何等临近,也知道我们的意念和我们所作的思想,没有一样向他隐藏。4. 因此,我们不从他的旨意中擅自离队,乃是公义的。5. 我们宁可冒犯愚昧、无知、自高、以自己言语的骄傲夸口的人,也不可冒犯上帝。6. 我们要敬畏主耶稣基督,就是那位他的血为我们舍了的主;要尊重敬畏上帝的教训;也要引导我们的妻子向善。7. 愿她们藉着沉默显明自己舌头温和的可爱,不按偏私表现爱,乃圣洁地把同样的爱给一切敬畏上帝的人。8. 愿我们的儿女有份于在基督里的教训;愿他们学习谦卑在上帝面前有何等能力,纯洁的爱在上帝面前有何等力量,他的敬畏何等美善伟大,并且拯救凡以清洁之心在其中圣洁行事的人。9. 因为他是意念和心思的鉴察者;他的气息在我们里面,他愿意的时候,就要取去它。
XXII
二十二
1. Ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις· καὶ γὰρ αὐτὸς διὰ τοῦ πνεύματος τοῦ ἁγίου οὕτως προσκαλεῖται ἡμᾶς· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. 2. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθός; 3. παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 4. ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. 5. ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· 6. ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ πρὸς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 7. ἐκέκραξεν ὁ δίκαιος, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἐρύσατο αὐτόν. 8. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τοὺς δὲ ἔπίζοντας ἐπὶ κύριον ἔλεος κυκλώσει.
1. 在基督里的信心坚固这一切;因为他自己也藉着圣灵这样呼召我们:“孩子们,来,听我;我要教导你们敬畏主。2. 谁是愿意生命、爱慕看见美好日子的人?3. 你要禁止舌头不出恶言,禁止嘴唇不说诡诈。4. 要离恶行善。5. 要寻求和平,并追赶它。6. 主的眼目看顾义人,他的耳朵垂听他们的祈求;主的面却敌对作恶的人,要从地上剪除对他们的记念。7. 义人呼求,主就垂听他,救他脱离一切患难。8. 罪人的鞭伤很多;但仰望主的人,必有怜悯环绕他。”
XXIII
二十三
1. Ὁ οἰκτίρμων κατὰ πάντα καὶ εὐεργετικὸς πατὴρ ἔχει σπλάγχνα ἐπὶ τοὺς φοβουμένους αὐτόν, ἠπίως τε καὶ προσηνῶς τὰς χάριτας αὐτοῦ ἀποδιδοῖ τοῖς προσερχομένοις αὐτῷ ἁπλῇ διανοίᾳ. 2. διὸ μὴ διψυχῶμεν, μηδὲ ἰνδαλλέσθω ἡ ψυχὴ ἡμῶν ἐπί ταῖς ὑπερβαλλούσαις καὶ ἐνδόξοις δωρεαῖς αὐτοῦ. 3. πόρρω γενέσθω ἀφ’ ἡμῶν ἡ γραφὴ αὕτη, ὅπου λέγει· Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ ψυχῇ, οἱ λέγοντες· Ταῦτα ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, καὶ ἰδού, γεγηράκαμεν, καὶ οὐδὲν ἡμῖν τούτων συβέβηκεν. 4. ὦ ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ· λάβετε ἄμπελον· πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, εἶτα φύλλον, εἶτα ἄνθος, καὶ μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα. ὁρᾶτε, ὅτι ἐν καιρῷ ὀλίγῳ εἰς πέπειρον καταντᾷ ὁ καρπὸς τοῦ ξύλου. 5. ἐπ’ ἀληθείας ταχὺ καὶ ἐξαίφνης τελειωθήσεται τὸ βούλημα αὐτοῦ, συνεπιμαρτυρούσης καὶ τῆς γραφῆς, ὅτι ταχὺ ἥξει καὶ οὐ χρονιεῖ, καὶ ἐαίφνης ἥξει ὁ κύριος εἰς τὸν ναὸν αὐτοῦ, καὶ ὁ ἅγιος, ὃν ὑμεῖς προσδοκᾶτε.
1. 那凡事怜悯、施恩的父,对敬畏他的人有慈心;他以温柔和亲切,把自己的恩赐还给那些以单纯心思亲近他的人。2. 因此,我们不要心怀二意,也不要让我们的灵魂因他超越而荣耀的恩赐起疑。3. 愿这经文远离我们,就是它说:“心怀二意的人是可怜的,就是灵魂中疑惑的人;他们说:这些事我们在我们父辈的时候也听见过,看哪,我们已经年老,却没有一件这样的事临到我们。”4. 愚昧的人哪,你们要把自己比作树木;就拿葡萄树来说:先是落叶,然后发芽,然后出叶,然后开花,此后结青葡萄,最后成熟成串。你们看,树上的果子在短时间内就达到成熟。5. 他的旨意确实要迅速而突然地成就;圣经也同作见证说:“他必快来,并不迟延”;又说:“主必忽然来到他的殿中,就是你们所等候的那圣者。”
XXIV
二十四
1. Κατανοήσωμεν, ἀγαπητοί, πῶς ὁ δεσπότης ἐπιδείκνυται διηνεκῶς ἡμῖν τὴν μέλλουσαν ἀνάστασιν ἔσεσθαι, ἧς τὴν ἀπαρχὴν ἐποιήσατο τὸν κύριον Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ἀναστήσας. 2. ἴδωμεν, ἀγαπητοί, τὴν κατὰ καιρὸν γινομένην ἀνάστασιν. 3. ἡμέρα καὶ νὺξ ἀνάστασιν ἡμῖν δηλοῦσιν· κοιμᾶται ἡ νὺξ, ἀνίσταται ἡ ἡμέρα· ἡ ἡμέρα ἄπεισιν, νὺξ ἐπέρχεται. 4. λάβωμεν τοὺς καρπούς· ὁ σπόρος πῶς καὶ τίνα τρόπον γίνεται; 5. ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἕκαστον τῶν σπερμάτων, ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται· εἶτ’ ἐκ τῆς διαλύσεως ἡ μεγαλειότης τῆς προνοίας τοῦ δεσπότου ἀνίστησιν αὐτά, καὶ ἐκ τοῦ ἑνὸς πλείονα αὔξει καὶ ἐκφέρει καρπόν.
1. 亲爱的,让我们思想主怎样不断向我们显明将来的复活必定发生;他使主耶稣基督从死人中复活,立他为这复活的初熟果子。2. 亲爱的,让我们观看按时发生的复活。3. 白昼和黑夜向我们显明复活:黑夜睡去,白昼起来;白昼离去,黑夜来到。4. 让我们以果实为例:种子是怎样、以什么方式生长的呢?5. 撒种的人出去,把各样种子撒在地里;这些种子落在地里,干枯而赤裸,分解了;然后,主护理的伟大从分解中使它们复起,并从一粒种子长出许多,结出果实。
XXV
二十五
1. Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τόποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν. 2. ὄρνεον γάρ ἐστιν, ὃ προσονομάζεται φοῖνιξ· τοῦτο μονογενὲς ὑπάρχον ζῇ ἔτη πεντακόσια, γενόμενόν τε ἤδη πρὸς ἀπόλυσιν τοῦ ἀποθανεῖν αὐτό, σηκὸν ἑαυτῷ ποιεῖ ἐκ λιβάνου καὶ σμύρνης καὶ τῶν λοιπῶν ἀρωμάτων, εἰς ὃν πληρωθέντος τοῦ χρόνου εἰσέρχεται καὶ τελευτᾷ. 3. σηπομένης δὲ τῆς σαρκὸς σκώληξ τις γεννᾶται, ὃς ἐκ τῆς ἰκμάδος τοῦ τετελευτηκότος ζώου ἀνατρεφόμενος πτεροφυεῖ· εἶτα γενναῖος γενόμενος αἴρει τὸν σηκὸν ἐκεῖνον, ὅπου τὰ ὀστᾶ τοῦ προγεγονότος ἐστίν, καὶ ταῦτα βαστάζων διανύει ἀπὸ τῆς Ἀραβικῆς χώρας ἕως τῆς Αἰγύπτου εἰς τὴν λεγομένην Ἡλιούπολιν, 4. καὶ ἡμέρας, βλεπόντων πάντων, ἐπιπτὰς ἐπί τὸν τοῦ ἡλίου βωμὸν τίθησιν αὐτὰ καὶ οὕτως εἰς τοὐπίσω ἀφορμᾷ. 5. οἱ οὖν ἱερεῖς ἐπισκέπτονται τὰς ἀναγραφὰς τῶν χρόνων καὶ εὑρίσκουσιν αὐτὸν πεντακοσιοστοῦ ἔτους πεπληρωμένου ἐληλυθέναι.
1. 让我们观看那在东方地方,就是阿拉伯一带,所发生的奇异记号。2. 因为有一种鸟,名叫凤凰;它是独一的,活五百年。到了临近死亡、将要离世的时候,它就用乳香、没药和其余香料为自己筑一个巢;时候满了,它便进入其中死去。3. 它的肉腐烂时,有一条虫生出;这虫从已死动物的湿气中得养,长出羽毛。然后它长成强壮,就举起那个巢,就是先前那鸟骨骸所在之处,带着这些骨骸,从阿拉伯地方一直飞到埃及,来到称为赫利奥波利斯的城。4. 白日里,在众人观看之下,它飞到太阳的祭坛上,把这些骨骸放在那里,然后这样往回飞去。5. 于是祭司查验年代的记录,发现它是在满五百年时来的。
XXVI
二十六
1. Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁδημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δι’ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ; 2. λέγει γάρ που· Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί· Ἐκοιμήθην καὶ ἐξηγέρθην, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. 3. ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ὑμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν. 4. ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνκαταστρεψαι. 5. Τίς ἐρεῖ αὐτῷ· Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ; ὅτε θέλει καὶ ὡς θέλει ποιήσει πάντα, καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδγματισμένων ὑπ’ αὐτοῦ. 6. πάντα ἐνώπιον αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουλὴν αὐτοῦ, 7. εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλει γνῶσιν· καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
1. 那么,若万有的创造主必使那些以良善信心的确信、圣洁服事他的人复活,这还算是伟大而奇妙的事吗?既然他甚至藉着一只鸟向我们显明他应许的伟大。2. 因为某处说:“你必使我起来,我也要称谢你”;又说:“我睡了,又醒来,因为你与我同在。”3. 因此,愿对他的信心在你们里面重新燃起;让我们明白,万有都靠近他。4. 他以自己威严的话语能成就一切,也能倾覆一切。5. 谁能对他说:“你作了什么?”谁能抵挡他能力的权势?他愿意时,并照他愿意的方式,必行万事;凡他所命定的,没有一样会落空。6. 万有都在他面前,没有什么向他的旨意隐藏。7. 因为“诸天述说上帝的荣耀,穹苍传扬他手的作为;这日向那日涌出言语,这夜向那夜传出知识;没有言语,也没有话语,是它们的声音不被听见的。”
XXVII
二十七
1. Ταύτῃ οὖν τῇ ἐλπίδε προσδεδέσθωσαν αἱ ψυψαὶ ἡῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ δικαίῳ ἐν τοῖς κρίμασσιν. 2. ὁ παραγγείλας μὴ ψεύεσθαι, πολλῷ μᾶλλον αὐτὸς οὐ ψεύσεται· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι. 3. ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν. 4. ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα, καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι. 5. Τίς ἐρεῖ αὐτῳ· Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κράτει τῆς ἰσχύος αὐτοῦ; ὅτε θέλει καὶ ὡς θέλει ποιήσει πάντα, καὶ οὐδὲν μὴ παρέλθῃ τῶν δεδεγματισμένων ὑπ’ αὐτοῦ. 6. πάντα ἐνώπιον αὐτοῦ εἰσίν, καὶ οὐδὲν λέληθεν τὴν βουὴν αὐτοῦ, 7. εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα· ἡ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλει γνῶσιν· καὶ οὐκ εἰσὶν λόγοι οὐδὲ λαλιαί, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
1. 因此,愿我们的灵魂以这盼望系于那在应许上忠信、在审判中公义的主。2. 那吩咐人不可说谎的,自己更不会说谎;因为在上帝那里没有什么是不可能的,惟有说谎是不可能的。3. 因此,愿对他的信心在我们里面重新燃起;让我们明白,万有都靠近他。4. 他以自己威严的话语立定万有,也能以话语毁灭万有。5. 谁能对他说:“你作了什么?”谁能抵挡他能力的权势?他愿意时,并照他愿意的方式,必行万事;凡他所命定的,没有一样会落空。6. 万有都在他面前,没有什么向他的旨意隐藏。7. 因为“诸天述说上帝的荣耀,穹苍传扬他手的作为;这日向那日涌出言语,这夜向那夜传出知识;没有言语,也没有话语,是它们的声音不被听见的。”
XXVIII
二十八
1. Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων, φοβηθῶμεν αὐτόν, καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας, ἵνα τῷ ἐλέει αὐτοῦ σκεπασθῶμεν ἀπό τῶν μελλόντων κριμάτων. 2. ποῦ γάρ τις ἡμῶν δύνατια φυγεῖν ἀπό τῆς κραταιᾶς χειρὸς αὐτοῦ; ποῖος δὲ κόμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ’ αὐτοῦ; 3. λέγει γάρ που τὸ γραφεῖον· Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου. 4. ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος;
1. 既然万事都被看见、被听见,就让我们敬畏他,离弃恶行污秽的私欲,好叫我们藉着他的怜悯,得以遮盖,免受将来的审判。2. 因为我们中间有谁能逃离他大能的手呢?又有哪一个世界能接纳那些从他那里叛逃的人呢?3. 因为经文某处说:“我往哪里去?我往哪里藏身,躲避你的面呢?我若升到天上,你在那里;我若下到深渊的极处,你的灵也在那里。”4. 那么,人要往哪里去,或从那包容万有者面前逃到哪里呢?
XXIX
二十九
1. Προσέλθωμεν οὖν αὐτῷ ἐν ὁσιότητι ψυχῆς, ἁγνὰς καὶ ἀμιάντους χεῖρας ἄροντες πρὸς αὐτόν, ἀγαπῶντες τὸν ἐπιεικῆ καὶ εὔσπλαγχνον πατέρα ἡμῶν, ὃς ἐκλογῆς μέρος ἡμᾶς ἐποίησεν ἐαυτῷ. 2. οὕτω γὰρ γέγραπται· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. ἐγενήθη μερὶς κύριος λαμβάνει ἑαυτῷ ἔθνος ἐκ μέσου ἐθνῶν, ὥσπερ λαμβάνει ἄνθρωπος τὴν ἀπαρχὴν αὐτοῦ τῆς ἅλω· καὶ ἐξελεύσεται ἐκ τοῦ ἔθνους ἐκείνου ἅγια ἁγίων.
1. 因此,让我们以圣洁的灵魂亲近他,向他举起清洁而无玷污的手,爱我们温和而有怜悯的父;他使我们成为他自己拣选之分。2. 因为经上这样写着:“至高者分配列国、分散亚当子孙的时候,他按上帝众使者的数目设立列国的疆界。主的分成了他的百姓雅各,他产业的份额成了以色列。”又在另一处说:“看哪,主为自己从列国中取一个民族,好像人从禾场取自己的初熟之物;从那民族中必出来至圣之物。”
XXX
三十
1. Ἁγίου οὖν μερὶς ὑπάρχοντες ποιήσωμεν τὰ τοῦ ἁγιασμοῦ πάντα, φεύγοντες καταλαλιάς, μιαράς τε καὶ ἀνάγνους συμπλοκάς, μέθας τε καὶ νεωτερισμοὺς καὶ βδελυκτὰς ἐπιθυμίας, μυσερὰν μοιχείαν , βδελυκτὴν ὑπερηφανίαν. 2. Θεὸς γάρ, φησίν, ὐπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς, οἷς δίδωσιν χάριν. 3. κολληθῶμεν οὖν ἐκείνοις, οἷς ἡ χάρις ἀπὸ τοῦ θεοῦ δέδοται· ἐδυσώμεθα τὴν ὁμόνοιαν ταπεινοφρνοῦντες, ἐγκρατευόμενοι, ἀπὸ παντὸς ψιθυρισμοῦ καὶ καταλαλιᾶς πόρρω ἑαυτοὺς ποιοῦντες, ἔργοις δικαιούμενοι, μὴ λόγοις. 4. λέγει γάρ· Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἢ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; 5. εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. μὴ πολὺς ἐν ῥήμασιν γίνου. 6. ὁ ἔπαινος ἡμῶν ἔστω ἐν θεῷ καὶ μὴ ἐξ αὐτῶν· αὐτεπαινέτους γὰρ μισεῖ ὁ θεός. 7. ἡ μαρτυρία τῆς ἀγαθῆς πράξεως ἡμῶν διδόσθω ὑπ’ ἄλλων, καθὼς ἐδόθη τοῖς πατράσιν ἡμῶν τοῖς δικαίοις. 8. θράσος καὶ αὐθάδεια καὶ τόλμα τοῖς κατηραμένοις ὑπὸ τοῦ θεοῦ· ἐπιείκεια καὶ ταπεινοφροσύνη καὶ πραΰτης παρὰ τοῖς ηὐλογημένοις ὑπὸ τοῦ θεοῦ.
1. 既然我们是圣者的分,就让我们行一切属于成圣的事,逃避毁谤、污秽不洁的结合、醉酒、扰乱、可憎的私欲、可恶的淫乱、可憎的骄傲。2. 因为经上说:“上帝抵挡骄傲的人,却赐恩给谦卑的人。”3. 因此,让我们亲近那些已经从上帝领受恩典的人;让我们穿上同心,存谦卑的心,节制自己,使自己远离一切低语和毁谤,靠行为称义,而不是靠言语。4. 因为经上说:“多言的人也必听见回应;善谈的人岂以为自己是义的吗?5. 妇人所生、日子短少的人是有福的;不要多言。6. 愿我们的夸口在上帝里,不在自己里;因为上帝憎恶自我称赞的人。7. 愿我们良善行为的见证由别人给出,正如给我们公义的列祖一样。8. 放肆、任性和胆大妄为,属于被上帝咒诅的人;温和、谦卑和柔和,则在蒙上帝赐福的人中间。
XXXI
三十一
1. Κολληθῶμεν οὖν τῇ εὐλογίᾳ αὐτοῦ καὶ ἴδωμεν, τίνες αἱ ὁδοὶ τῆς εὐλογίας. ἀνατυλίξωμεν τὰ ἀπ’ ἀρχῆς γενόμενα. 2. τίνος χάριν ηὐλογήθη ὁ πατὴρ ἡμῶν Ἀβραάμ, οὐχὶ δικαιοσύνην καὶ ἀλήθειαν διὰ πίστεως ποιῆσας; 3. Ἰσαὰκ μετὰ πεποιθήσεως γινώσκων τὸ μέλλον ἡδέως προσήγετο θυσία. 4. Ἰακὼβ μετὰ ταπεινοφροσύνης ἐξεχώρησεν τῆς γῆς αὐτοῦ δι’ ἀδελφὸν καὶ ἐπορεύθη πρὸς Λαβὰν καὶ ἐδούλευσεν, καὶ ἐδόθη αὐτῷ τὸ δωδεκάσκηπτρον τοῦ Ἰσραήλ.
1. 因此,让我们紧紧连于他的祝福,并看见祝福的道路是什么。让我们展开从起初所发生的事。2. 我们的祖宗亚伯拉罕因什么缘故蒙福呢?不正是因着信心行了公义和真理吗?3. 以撒凭着确信知道将来的事,甘心被带上前作祭物。4. 雅各因自己的兄弟,存谦卑的心离开本地,到拉班那里去并服事;于是以色列十二支派的权杖赐给了他。
XXXII
三十二
1. Ὁ ἐὰν τις καθ’ ἓν ἕκατον εἰλικρινῶς κατανοήσῃ, ἐπιγνώσεται μεγαλεῖα τῶν ὑπ’ αὐτοῦ δεδομένων δωρεῶν. 2. ἐξ αὐτοῦ γὰρ ἱερεῖς καὶ Λευῖται πάντες οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· ἐξ αὐτοῦ βασιλεῖς καὶ ἄρχοντες καὶ ἡγούμενοι κατὰ τὸν Ἰούδαν· τὰ δὲ λοιπὰ σκῆπτρα αὐτοῦ οὐκ θεοῦ, ὅτι ἔσται τὸ σπέρμα σου ὡς οἱ ἀστέρες τοῦ οὐρανοῦ. 3. πάντες οὖν ἐδοξάσθησαν καὶ ἐμεγαλύνθησαν οὐ δι’ αὐτῶν ἢ τῶν ἔργων αὐτῶν ἢ τῆς δικαιοπραγίας ἧς κατειργάσαντο, ἀλλὰ διὰ τοῦ θελήματος αὐτοῦ. 4. καὶ ἡμεῖς οὖν, διὰ θελήματος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ κληθέντες, οὐ δι’ ἑαυτῶν δικαιούμεθα, οὐδὲ διὰ τῆς ἔργων ὧν κατειργασάμεθα ἐν ὁσιότητι καρδίας, ἀλλὰ διὰ τῆς πίστεως, δι’ ἧς πάντας τοὺς ἀπ’ αἰῶνος ὁ παντοκράτωρ θεὸς ἐδικαίωσεν· ᾧ ἔστω ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 若有人诚实地逐一思想这些事,就会认识到上帝所赐恩赐的伟大。2. 因为从雅各而出,有一切在上帝祭坛前服事的祭司和利未人;从他而出,有出于犹大的君王、官长和领袖;他的其余支派也不小,因为上帝说:“你的后裔必如天上的星。”3. 所以,他们众人得荣耀、被尊大,并不是因自己,或因自己的行为,或因他们所成就的义行,而是因他的旨意。4. 因此,我们这些按他的旨意、在基督耶稣里蒙召的人,也不是因自己称义,也不是因我们凭圣洁的心所行的行为称义,而是因信心称义;全能的上帝从永世以来,也藉着这信心使众人称义。愿荣耀归给他,直到永永远远。阿们。
XXXIII
三十三
1. Τί οὖν ποιήσωμεν, ἀδελφοί; ἀργήσωμεν ἀπὸ τῆς ἀγαθοποιΐας καὶ ἐγκαταλίπωμεν τὴν ἀγάπην; μαθαμῶς τοῦτο ἐάσαι ὁ δεσπότης ἐφ’ ἡμῖν γε γενηθῆναι, ἀλλὰ σπεύςωμεν μετὰ ἐκτενείας καὶ προθυμίας πᾶν ἔργον ἀγαθὸν ἐπιτελεῖν. 2. αὐτὸς γὰρ ὁ δημιουργὸς καὶ δεσπότης τῶν ἁπάντων ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγαλλιᾶται. 3. τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς· γῆ τε διεχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίον βουλήματος θεμέλιον· τά τε ἐν αὐτῃ ζῶα φοιτωντα τῇ ἑαυτοῦ διατάξει ἐκέλευσεν εἶναι· θάλασσαν καὶ τὰ ἐν αὐτῇ ζῶα προετοιμάσας ἐνέκλεισεν τῇ ἑαυτοῦ δυνάμει. 4. ἐπὶ πᾶσι τὸ ἐξοχώτατον καὶ παμμέγεθες κατὰ διάνοιαν, ἄνθρωπον, ταῖς ἱεραῖς καὶ ἀμώμοις χερσὶν ἔπλασεν τῆς ἐαυτοῦ εἰκόνος χαρακτῆρα. 5. οὕτως γάρ φησιν ὁ θεός· Ποιηπσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 6. ταῦτα οὖν πάντα τελειώσας ἐπῄνεσεν αὐτὰ καὶ ηὐλόγησεν καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε. 7. ἴδωμεν, ὅτι ἐν ἔργοις ἀγαθοῖς πάντες ἐκοσμήθησαν οἱ δίκαιοι, καὶ αὐτὸς δὲ ὁ κύριος ἔργοις ἀγαθοῖς ἑαυτὸν κοσμήσας ἐχάρη. 8. ἔχοντες οὖν τοῦτον τὸν ὑπογραμμὸν ἀόκνως προσέλθωμεν τῷ θελήματι αὐτοῦ· ἐξ ὅλης τῆς ἰσχύος ἡμῶν ἐργασώμεθα ἔργον δικαιοσύνης.
1. 那么,弟兄们,我们当作什么呢?我们要停止行善,离弃爱吗?愿主绝不容这样的事发生在我们身上;反要让我们以热切和甘心,急切完成各样善工。2. 因为创造主和万有的主自己,也因自己的作为欢喜。3. 他以自己至高伟大的智慧装饰诸天;又把地从环绕它的水中分开,把它安置在自己旨意稳固的根基上;他又命令地上来往的活物照自己的安排存在;他预备海和其中的活物,又以自己的能力把它们关在其中。4. 在这一切之上,他以自己圣洁而无可指摘的手,塑造了最卓越、极伟大、具有思想的人,作为自己形像的印记。5. 因为上帝这样说:“我们要照着我们的形像、按着我们的样式造人。”于是上帝造了人,造男造女。6. 他完成这一切之后,称赞它们,赐福给它们,并说:“要增长,要繁多。”7. 让我们看见,众义人都以善工为装饰;主自己也以善工装饰自己,并且欢喜。8. 既有这样的榜样,让我们毫不迟疑地亲近他的旨意;让我们尽自己的全力行公义的工。
XXXIV
三十四
1. Ὁ ἀγαθὸς ἐργάτης μετὰ παρρησίας λαμβάνει τὸν ἄρτον τοῦ ἔργου αὐτοῦ, ὁ νωθρὸς καὶ παρειμένος οὐκ ἀντοφθαλμεῖ τῷ ἐργοπαρέκτῃ αὐτοῦ. 2. δέον οὖν ἐστὶν προθύμους ἡμᾶς εἶναι εἰς ἀγαθοποιΐαν· ἐξ αὐτοῦ γάρ ἐστιν τὰ πάντα. 3. προλέγει γὰρ ἡμῖν· Ἰδοὺ ὁ κύριος, καὶ ὁ μισθὸς αὐτοῦ πρὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἕκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. 4. προτρέπεται οὖν ἡμᾶς πιστεύοντας ἐξ ὅλης τῆς καρδίας ἐπ’ αὐτῷ μὴ ἀρτοὺς μηδὲ παρειμένους εἶναι ἐπὶ πᾶν ἔργον ἀγαθόν. 5. τὸ καύχημα ἡμῶν καὶ ἡ παρρησία ἔστω ἐν αὐτῷ· ὑποτασσώμεθα τῷ θελήματι αὐτοῦ· κατανοήσωμεν τὸ πᾶν πλῆθος τῶν ἀγγέλων αὐτοῦ, πῶς τῷ θελήματι αὐτοῦ λειτουργοῦσιν παρεστῶτες. 6. λέγει γὰρ ἡ γραφή· Μύιαι μυριάδες παρειστήκεισαν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ ἐκέκραγον, Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ κτίσις τῆς δόξης αὐτοῦ. 7. καὶ ἡμεῖς, οὖν ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ συναχθέντες τῇ συνειδήσει, ὡς ἐξ ἑνὸς στόματος βοήσωμεν πρὸς αὐτὸν ἐκτενῶς εἰς τὸ μετόχους ἡμᾶς γενέσθαι τῶν μεγάλων καὶ ἐνδόξων ἐπαγγελιῶν αὐτοῦ. 8. λέγει γάρ· Ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν κύριος τοῖς ὑπομένουσιν αὐτόν.
1. 良善的工人坦然领受自己工作的饼;懒惰松散的人却不敢直视雇用他的人。2. 因此,我们必须热心行善;因为万有都出于他。3. 他预先告诉我们:“看哪,主来了,他的赏赐在他面前,要照各人的行为报应各人。”4. 因此,他劝勉我们这些全心信靠他的人,不要在各样善工上懒惰或松散。5. 愿我们的夸口和坦然都在他里面;让我们顺服他的旨意;让我们思想他众使者的全体,看他们怎样侍立,服事他的旨意。6. 因为圣经说:“万万千千侍立在他面前,千千万万服事他,并呼喊说:圣哉,圣哉,圣哉,万军之主;一切受造物都充满他的荣耀。”7. 因此,我们也当在同心中,凭良心聚集在一起,如同出于一口,热切地向他呼求,好叫我们有份于他伟大而荣耀的应许。8. 因为经上说:“眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到,主为等候他的人所预备的是何等的事。”
XXXV
三十五
1. Ὡς μακάρια καὶ θαυμαστὰ τὰ δῶρα τοῦ θεοῦ, ἀγαπητοί. 2. ζωὴ ἐν ἀθανασίᾳ, λαμπρότης ἐν δικαιοσύνῃ, ἀλήθεια ἐν παρρησίᾳ, πίστις ἐν πεποιθήσει, ἐγκράτεια ἐν ἁγιασμῷ· καὶ ταῦτα ὑπέπιπτεν πάντα ὑπὸ τὴν διάνοιαν ἡμῶν. 3. τίνα οὖν ἄρα ἐστὶν τὰ ἑτοιμαζόμενα τοῖς ὑπομένουσιν; ὁ δημιουργὸς καὶ πατὴρ τῶν αἰώνων ὁ πανάγιος αὐτὸς γινώσκει τὴν ποσότητα καὶ τὴν καλλονὴν αὐτῶν. 4. ἡμεῖς οὖν ἀγωνισώμεθα εὑρεθῆναι ἐν τῷ ἀριθμῷ τῶν ὑπομενόντων, ὅπως μεταλάβωμεν τῶν ἐπηγγελμένων δωρεῶν. 5. πῶς δὲ ἔσται τοῦτο, ἀγαπητοί; ἐὰν ἐστηριγμένη ᾖ ἡ διάνοια ἡμῶν πιστῶς πρὸς τὸν θεόν, ἐὰν ἐπιτελέσωμεν τὰ ἀνήκοντα τῇ ὁδῷ τῆς ἀληθείας, ἀορρίψαντες ἀφ’ ἑαυτῶν πᾶσαν ἀδικίαν καὶ πονηρίαν, πλεονεξίαν, ἔρεις, κακοηθείας τε καὶ δόλους, ψιθυρισμούς τε καὶ καταλαλιάς, θεοστυγίαν, ὑπερηφανίν τε καὶ ἀλαζονείαν, κενοδοξίαν τε καὶ ἀφιλοξενίαν. 6. ταῦτα γὰρ οἱ πράσσοντες στυγητοὶ τῷ θεῷ ὑπάρχουσιν· οὐ μόνον δὲ οἱ πράσσοντες αὐτά, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες αὐτοῖς. 7. λέγει γὰρ ἡ γραφή· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἱναντί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου; 8. σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. εἰ ἐθεώρεις κλέπτην, συνέτερχες αὐτῷ καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσα σου περιέπλεκεν δολιότητα. 9. ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. 10. ἐλέγξω σε καὶ παραστήσω σε κατὰ πρόσωπόν σου. 11. σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ, μήποτε ἁρπάσῃ ὡς λέων, καὶ μὴ ᾖ ὁ ῥυόμενος. 12. θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.
1. 亲爱的,上帝的恩赐何等有福、何等奇妙。2. 不朽坏中的生命,公义中的光辉,坦然中的真理,确信中的信心,成圣中的节制;这一切都已经落在我们的思想范围之内。3. 那么,为等候他的人所预备的究竟是什么呢?至圣的创造主、万世之父,亲自知道这些恩赐的数量和美丽。4. 因此,让我们争战,盼望被列在等候他的人数中,好叫我们领受所应许的恩赐。5. 亲爱的,这要怎样成就呢?若我们的心思凭信实稳固地向着上帝,若我们完成属于真理道路的事,从自己身上抛弃一切不义和邪恶、贪婪、争竞、恶意和诡诈、低语和毁谤、憎恨上帝、骄傲与自夸、虚荣和不接待客旅,就必成就。6. 因为行这些事的人在上帝面前是可憎的;不只是行这些事的人,那些赞同他们的人也是如此。7. 因为圣经说:“上帝对罪人说:你为什么述说我的典章,把我的约放在你口中?8. 你却恨恶管教,把我的话丢在背后。你若看见盗贼,就与他同行;又与奸淫的人同分。你的口增多恶事,你的舌头编织诡诈。9. 这些事你都作了,我却沉默;不法的人哪,你以为我会像你一样。10. 我要责备你,把这些事摆在你面前。11. 你们这些忘记上帝的人,现在要明白这些事,免得他如狮子撕裂,无人搭救。12. 以赞美为祭的,必荣耀我;在那里有道路,我要向他显明上帝的救恩。”
XXXVI
三十六
1. Αὕτη ἡ ὁδός, ἀγαπητοί, ἐν ᾗ εὕρομεν τὸ σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν, τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν. 2. διὰ τούτου ἀτενίζομεν εἰς τὰ ὕψη τῶν οὐρανῶν, διὰ τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ καὶ ὑπερτάτην ὄψιν αὐτοῦ, διὰ τούτου ἠνεῴχθησαν ἡμῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας, διὰ τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς, διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γευσασθαι, ὃς ὢν ἀπαύγασμα τῆς μεγαλωσύνης αὐτοῦ, τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὄνομα κεκληρονόμηκεν. 3. γέγραπται γὰρ οὕτως· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. 4. ἐπὶ δὲ τῷ υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς τῆς. 5. καὶ πάλιν λέγει πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασόμενοι τῷ θελήματι αὐτοῦ.
1. 亲爱的,这就是道路;在这道路中,我们找到了我们的救恩,就是耶稣基督,他是我们所献之物的大祭司,是我们软弱中的保护者和帮助者。2. 藉着他,我们定睛看诸天的高处;藉着他,我们如在镜中观看上帝无瑕疵、至高的面容;藉着他,我们心中的眼睛被打开;藉着他,我们无知而昏暗的心思向光重新发芽;藉着他,主愿意使我们尝到不朽坏的知识。他既是上帝威严的光辉,就比天使更大,正如他所承受的名比他们更尊贵。3. 因为经上这样写着:“他使自己的使者成为灵,使自己的仆役成为火焰。”4. 但论到他的子,主这样说:“你是我的子,我今日生了你;你求我,我就把列国赐给你为产业,把地极赐给你为所有。”5. 他又对他说:“你坐在我的右边,等我使你的仇敌作你的脚凳。”那么,仇敌是谁呢?就是恶人和抵挡他旨意的人。
XXXVII
三十七
1. Στρατευσώμεθα οὖν, ἄνδρες αδελφοί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστάγμασιν αὐτοῦ. 2. κατανοήσωμεν τοὺς στρατευομένους τοῖς ἡγουμένοις ἡμῶν, πῶς εὐτάκτως, πῶς ἑκτικῶς, πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα. 3. οὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχαι οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξεῆς, ἀλλ’ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ. 4. οἱ μικροὶ δίχα τῶν μεγάλων· σύγκρασίς. 5. λάβωμεν τὸ σῶμα ἡμῶν· ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν ἐστίν, οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς· τὰ δὲ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώμᾳτι· ἀλλὰ πάντα συνπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα.
1. 所以,弟兄们,让我们以一切热切,在他无可指摘的命令中作战。2. 让我们思想那些在我们统帅之下服役的人,他们怎样有秩序、怎样坚定、怎样顺服地完成所吩咐的事。3. 并非所有人都是总督、千夫长、百夫长、五十夫长,或以下各级;而是各人在自己的队伍中,完成君王和统帅所命令的事。4. 小的离不开大的,大的也离不开小的;万事有一种混合。5. 让我们以自己的身体为例:头离开脚就算不得什么,脚离开头也同样如此;身体中最小的肢体,对全身也是有用而必需的;但万事同呼吸,并在同一顺服中运作,好叫全身得保全。
XXXVIII
三十八
1. Χωζέσθω οὖν ἡμῶν ὅλον τὸ σῶμα ἐν Χριστῷ Ἰηςοῦ, καὶ ὑποτασσέσθω ἕκαστος τῷ πλησίον αὐτοῦ, καθὼς ἐτέθη ἐν τῷ χαρίσματι αὐτοῦ. 2. ὁ ἰσχυρὸς τημελείτω τὸν ἀσθενῆ, ὁ δὲ ἀσθενὴς ἐντρεπέσθω τὸν ἰσχυρόν· ὁ πλούσιος ἐπιχορηγείτω τῷ πτωχῷ, ὁ δὲ πτωχὸς εὐχαριστείτω τῷ θεῷ, ὅτι ἔδωκεν αὐτῷ δι’ οὗ ἀναπληρωθῇ αὐτοῦ τὸ ὑστέρημα· ὁ σοφὸς ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ ἐν λόγοις, ἀλλ’ ἐν ἔργοις ἀγαθοῖς· ὁ ταπεινοφρονῶν μὴ ἐαυτῷ μαρτυρείτω, ἀλλ’ ἐάτω ὑφ’ ἑτέρου ἑαυτὸν ναρτυρεῖσθαι· ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν. 3. ἀναλογισώμεθα οὖν, ἀδελφοί, ἐκ ποίας ὕλης ἐγενήθημεν, ποῖου τάφου καὶ σκότους ὁ πλάσας ἡμᾶς καὶ δημιουργήσας εἰσηπγαγεν εἰς τὸν κόσμον, αὐτοῦ, προετοιμάσας τὰς εὐεργεσίας αὐτοῦ, πρὶν ἡμᾶς γεννηθῆναι. 4. ταῦτα οὖν πάντα ἐξ αὐτοῦ ἔχοντες ὀφείλομεν κατὰ πάντα εὐχαριστεῖν αὐτῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 因此,愿我们整个身体在基督耶稣里得保全;也愿各人照自己所得的恩赐,顺服自己的邻舍。2. 强壮的人要照顾软弱的人,软弱的人也要尊敬强壮的人;富足的人要供给贫穷的人,贫穷的人也要感谢上帝,因为上帝赐给他可以补足缺乏的人;智慧人显明自己的智慧,不要在言语上,而要在善工上;存谦卑心的人不要为自己作见证,而要让别人为他作见证;肉身洁净的人不要自夸,要知道赐给他节制的是另一位。3. 所以,弟兄们,让我们思想自己是从什么材料造成的,那塑造并创造我们的主,是从何等坟墓和黑暗中把我们带进他的世界;他在我们出生以前,就预备了自己的恩惠。4. 既然这一切都是从他而来,我们就当在凡事上感谢他。愿荣耀归给他,直到永永远远。阿们。
XXXIX
三十九
1. Ἄφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν. 2. τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς; 3. γέγραπται γάρ· Οὐκ ἦν μορπὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ’ ἢ αὔραν καὶ φωὴν ἤκουον· 4. ‘Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; ἢ ἀπὸ τῶν ἐργων αὐτοῦ ἄμεμπτος ἀνήρ, ἐι κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν; 5. οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ· ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμέν· ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν· παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. 6. ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. 7. ἐπικάλεσαι δὲ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ· καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. 8. ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. 9. πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας· κολαβρισθείησαν ἐπὶ θύαις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.
1. 愚昧、无知、蠢笨、未受教的人讥笑我们、嘲弄我们,想要在自己的心思中抬高自己。2. 因为必死的人能作什么呢?由土而生的人有什么力量呢?3. 因为经上写着:“在我眼前没有形体,只有微风和声音,我听见了。4. 必死的人在主面前岂能洁净呢?人凭自己的行为岂能无可指摘呢?他若不信任自己的仆人,又在自己的使者中察出弯曲,5. 天在他面前也不洁净;何况那些住在泥屋中的人,就是我们自己也是出于同样的泥土。他击打他们如同虫蛀,从早到晚他们就不复存在;因不能帮助自己,他们灭亡了。6. 他向他们吹气,他们就死了,因为他们没有智慧。7. 你且呼求,看有谁会听从你;你又能看见哪一位圣天使呢?因为怒气杀死愚昧人,嫉妒使迷误的人致死。8. 我曾看见愚昧人扎根,但他们的住处立刻被吞吃。9. 愿他们的儿女远离救恩;愿他们在卑微人的门口被压碎,无人拯救;因为为他们预备的,义人要吃,他们自己却不能脱离灾祸。”
XL
四十
1. Προδήλων οὖν ἡμῖν ὄντων τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γνώσεως, πάντα τάξει ποιεῖν ὀφείλομεν, ὅσα ὁ δεσπότης ἐπιτελεῖν ἐκέλευσεν κατὰ καιροὺς τεταγμένους. 2. τάς τε προσφορὰς καὶ λειτουργίας ἐπιτελεῖσθαι, καὶ οὐκ εἰκῆ ἢ ἀτάκτως ἐκέλευσεν γίνεσθαι, ἀλλ’ ὡρισμένοις καιροῖς καὶ ὥραις. 3. ποῦ τε καὶ διὰ τίνων ἐπιτελεῖσθαι θέλει, αὐτὸς ὥρισεν τῇ ὑπερτάτω αὐτοῦ βουλήσει, ἵν’ ὁσίως πάντα γινόμενα ἐν εὐδοκήσει εὐπρόσδεκτα εἴη τῷ θελήματι αὐτοῦ. 4. οἱ οὖν τοῖς προστεταγμένοις καιροῖς ποιοῦντες τὰς προσφορὰς αὐτῶν εὐπρόσδεκτοί τε καὶ μακάριοι· τοῖς γὰρ νομίμοις τοῦ δεσπότου ἀκολουθοῦντες οὐ διαμαρτάνουσιν. 5. τῷ γὰρ ἀρχιερεῖ ἴδιαι λειτουργίαι δεδομέναι εἰσίν, καὶ τοῖς ἱερεῦσιν ἴδιος ὁ τόπος προστέτακται, καὶ Λευΐταις ἴδιαι διακονίαι ἐπίκεινται· ὁ λαϊκὸς ἄνθρωπος τοῖς λαϊκοῖς προστάγμασιν δέδεται.
1. 既然这些事向我们显明,我们又俯身察看了神圣知识的深处,就应当按秩序行主吩咐我们在指定时候完成的一切事。2. 他命令供物和礼仪要被完成,并不是随意或无秩序地进行,而是在规定的时候和时辰。3. 他也以自己至高的旨意规定了在哪里、藉着哪些人完成这些事,好叫万事圣洁地成就,在蒙悦纳中合乎他的旨意。4. 所以,那些按所命定的时候献上供物的人,是蒙悦纳而有福的;因为他们遵行主的律例,就不犯错。5. 因为大祭司有赐给他的专属礼仪,祭司也有指定给他们的专属位置,利未人有加在他们身上的专属职事;平信徒则受平信徒的命令约束。
XLI
四十一
1. Ἕκαστος ἡμῶν, ἀδελφοί ἐν τῷ ἰδίῳ τάγματι εὐαριστείτω τῷ θεῷ ἐν ἀγαθῇ συνειδήσει ὑπάρχων, μὴ παρεκβαίνων τὸν ὡρισμένον τῆς λειτουργίας αὐτοῦ κανόνα, ἐν σεμνότητι. 2. οὐπανταχοῦ, ἀδελφοί, προσφέρονται θυσίαι ἐνδελεχισμοῦ ἢ εὐχῶν ἢ περὶ ἁμαρτίας καὶ πλημμελεία. ἀλλ’ ἢ ἐν Ἱερουσαλὴμ μόνῃ· κἀκεῖ δὲ οὐκ ἐν παντὶ τόπῳ προσφέρεται, ἀλλ’ ἔμπροσθεν τοῦ ναοῦ πρὸς τὸ θυσιαστήριον, μωμοσκοπηθὲν τὸ προσφερόνενον διὰ τοῦ ἀρχιερέως καὶ τῶν προειρημένων λειτουργῶν. 3. οἱ οὖν παρὰ τὸ καθῆκον τῆς βουλήσεως αὐτοῦ ποιοῦντές τι θάνατον τὸ πρόςτιμον ἔχουσιν. 4. ὁρᾶτε, ἀδελφοί· ὅσῳ πλείονος κατηξιώθημεν γνώσεως, τοσούτῳ μᾶλλον ὑποκείμεθα κινδύνῳ.
1. 弟兄们,我们各人要在自己的班次中,以良善的良心感谢上帝,不越过自己服事所规定的准则,庄重地行事。2. 弟兄们,常献的祭、许愿的祭、赎罪祭和赎愆祭,并不是到处都献,只在耶路撒冷献;就是在那里,也不是在任何地方献,而是在圣殿前、祭坛那里,由大祭司和前面所说的执事查验所献之物没有瑕疵之后献上。3. 所以,凡在他旨意所要求的本分之外行事的人,所受的刑罚是死亡。4. 弟兄们,你们看,我们越是配得更多知识,就越是落在更大的危险之下。
XLII
四十二
1. Οἱ ἀπόστολοι ἡμῖν εὐηγγελίσθησαν ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, Ἰησοῦς ὁ Χριστὸς ἀπὸ τοῦ θεοῦ ἐξεπέμφθη. 2. ὁ Χριστὸς οὖν ἀπὸ τοῦ θεοῦ καὶ οἱ ἀπότολοι ἀπὸ τοῦ Χριστοῦ· ἐγένοντο οὖν ἀμφότερα εὐτάκως ἐκ θελήματος θεοῦ. 3. παραγγελίας οὖν λαβόντες καὶ πληροφορηθέντες διὰ τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πιστωθέντες ἐν τῷ λόγῳ τοῦ θεοῦ, μετὰ πληροφορίας πνεύματος ἁγίου ἐξῆλθον εὐαγγελιζόμενοι, τὴν βασιλείαν τοῦ θεοῦ μέλλειν ἔρχεσθαι. 4. κατὰ χώρας οὖν καὶ πόλεις κηρύσσοντες καθίστανον τὰς ἀπαρχὰς αὐτῶν, κοκιμάσαντες τῷ πνεύματι, εἰς ἐπισκόπους καὶ διακόνους τῶν μελλόντων πιστεύειν. 5. καὶ τοῦτο οὐ καινῶς· ἐκ γὰρ δὴ πολλῶν χρόνων ἐγέγραπτο περὶ ἐπισκόπων καὶ διακόνων. οὕτως γάρ που λέγει ἡ γραφή· Καταστήσω τοὺς ἐπισκόπους αὐτῶν ἐν δικαιοσύνῃ καὶ τοὺς διακόνους αὐτῶν ἐν πίστει.
1. 使徒从主耶稣基督领受福音传给我们;耶稣基督是从上帝那里被差遣的。2. 所以,基督从上帝而来,使徒从基督而来;两者都按着上帝的旨意,有秩序地成就。3. 他们既领受命令,又藉着我们的主耶稣基督的复活得了完全的确信,并在上帝的话中被坚固,就带着圣灵的完全确信出去传福音,说上帝的国度将要来临。4. 他们在各乡各城宣讲,就把他们中初熟的人,在圣灵中试验之后,设立为那些将要信的人作主教和执事。5. 这并不是新事;因为关于主教和执事的事,很久以前就已经写下了。圣经某处这样说:“我要在公义中设立他们的主教,在信心中设立他们的执事。”
XLIII
四十三
1. Καὶ τί θαυμαστόν, εἰ οἱ ἐν Χριστῷ πιστευθέντες παρὰ θεοῦ ἔργον τοιοῦτο κατέστησαν τοὺς προειρημένους; ὅπου καὶ ὁ μακάριος πιστὸς θεράπων ἐν ὅλῳ τῷ οἴκῳ Μωϋσῆς τὰ διατεταγμένα αὐτῷ πάντα ἐσημειώσατο ἐν ταῖς ἱεραῖς βίβλοις, ᾧ καὶ ἐπηκολούθησαν οἱ λοιποὶ προφῆται, συνεπιμαρτυροῦντες τοῖς ὑπ’ αὐτοῦ νενομοθετημένοις. 2. ἐκεῖνος γάρ, ζήλου ἐπεσον´τος περὶ τῆς ἱερωσύνης καὶ στασιαζουσῶν τῶν φυλῶν, ὁποία αὐτῶν εἴη τῷ ἐνδόξῳ ὀνόματι κεκοσμημένη, ἐκέλευσεν τοὺς δώδεκα φυλάρχους προσενεγκεῖν αὐτῳ ῥάβδους ἐπιγεγραμμένας ἑκάστης φυλῆς κατ’ ὄνομα· καὶ λαβὼν αὐτὰς ἔδησεν καὶ ἐσφράγισεν τοῖς δακτυλίοις τῶν φυλάρχων, καὶ ἀπέθετο αὐτὰς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὴν τράπεζαν τοῦ θεοῦ. 3. καὶ κλείσας τὴν σκηνὴν ἐσφράγισεν τὰς κλεῖδας ὡσαύτως καὶ τὰς ῥάβδους, 4. καὶ εἶπεν αὐτοῖς· Ἄδρες ἀδελφοί, ἧς ἂν φυλῆς ἡ ῥάβδος βλαστήσῃ, ταύτην ἐκλέλεκται ὁ θεὸς εἰς τὸ ἱερατεύειν καὶ λειτοργεῖν αὐτῷ. 5. πρωΐας δὲ γενομένης συνεκάλεσεν πάντα τὸν Ἰσραήλ, τὰς ἑξακοσίας χιλιάδας τῶν ἀνδρῶν, καὶ ἐπεδείξατο τοῖς φυλάρχοις τὰς σφραγῖδας, καὶ ἤνοιξεν τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ προεῖλεν τὰς ῥάβδους· καὶ εὑρέθη ἡ ῥάβδος Ἀαρὼν οὐ μόνον βεβλαστηκυῖα, ἀλλὰ καὶ κρπὸν ἔχουσα. 6. τί δοκεῖτε, ἀγαπητοί; οὐ προῄδει Μωϋσῆς τοῦτο μέλλειν ἔσεσθαι; μάλιστα ᾔδει· ἀλλ’ ἵνα μὴ ἀκαταστασία γένηται ἐν τῷ Ἰσραήλ, οὕτως ἐποίησεν, εἰς τὸ δοξασθῆναι τὸ ὄνομα τοῦ ἀληθινοῦ καὶ μόνου θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 若那些在基督里受上帝托付的人,设立前面所说的人作这样的事,又有什么可惊奇的呢?因为那蒙福、在上帝全家忠信的仆人摩西,也把吩咐给他的一切事记在圣书中;其余众先知也跟随他,为他所立的律法一同作见证。2. 因为当祭司职分引起嫉妒,各支派争论哪一个支派配以荣耀之名为装饰时,摩西命令十二支派首领把杖带到他那里,每根杖按各支派的名写上名字;他拿了这些杖,把它们捆起来,用支派首领的戒指封上,放在会幕中上帝的桌前。3. 他关上会幕,也同样封上钥匙和杖。4. 他对他们说:“弟兄们,哪一支派的杖发芽,上帝就拣选那支派作祭司,服事他。”5. 到了早晨,他召集全以色列,就是六十万男丁,向支派首领显示封印,打开会幕,取出杖;结果亚伦的杖不仅发了芽,而且结了果子。6. 亲爱的,你们怎么看?摩西难道不知道这事将要发生吗?他当然知道;但为免以色列中发生混乱,他这样行,好叫真实、独一上帝的名得荣耀。愿荣耀归给他,直到永永远远。阿们。
XLIV
四十四
1. Καὶ οἱ ἀπόστολοι ἡμῶν ἔγνωσαν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔρις ἔσται ἐπὶ τοῦ ὀνόματος τῆς ἐπισκοῆς. 2. διὰ ταύτην οὖν τὴν αἰτίαν πρόγνωσιν εἰληφότες τελείαν κατέστησαν τοὺς προειρημένους, καὶ μεταξὺ ἐπινομὴν δεδώκασιν, ὅπως, ἐὰν κοιμηθῶσιν, διαδέξωνται ἕτεροι δεδοκιμασμένοι ἄντρες τὴν λειτουργίαν αὐτῶν. 3. τοὺς οὖν κατασταθέντας ὑπ’ ἐκείνων ἢ μεταξὺ ὑφ’ ἑτέρων ἐλλογίμων ἀνδρῶν συνευδοκησάσης τῆς ἐκκλησίας πάσης, καὶ λειτουργήσαντας ἀμέμπτως τῷ ποιμνίῳ τοῦ Χριστοῦ μετὰ ταπεινοφροσύνης, ἡσύχως καὶ ἀβαναύσως, μεμαρτυρημένους τε πολλοῖς χρόνοις ὑπὸ πάντων, τούτους οὐ δικαίως νομίζομεν ἀποβάλλεσθαι τῆς λειτουργίας. 4. ἁμαρτία γὰρ οὐ μικρὰ ἡμῖν ἔσται, ἐὰν τοὺς ἀμέμτως καὶ ὁσίως προσενεγκόντας τὰ δῶρα τῆς ἐπισκοπῆς ἀποβάλωμεν. 5. μακάριοι οἱ προοδοιπορήσαντες πρεσβύτεροι, οἵτινες ἔγκαρπον καὶ τελείαν ἔσχον τὴν ἀνάλυσιν· οὐ γὰρ εὐλαβοῦνται μὴ τις αὐτοὺς μεταστήσῃ ἀπὸ τοῦ ἱδρυμένου αὐτοῖς τόπου. 6. ὁρῶμεν γάρ, ὅτι ἐνίους ὑμεῖς μετηγάγετε καλῶς πολιτευομένους ἐκ τῆς ἀμέμπτως αὐτοῖς τετειμημένης λειτουργίας.
1. 我们的使徒也藉着我们的主耶稣基督知道,关于监督职分的名分将会有争竞。2. 因这个缘故,他们既领受了完全的预知,就设立前面所说的人,并且随后又给出安排,好叫他们若睡了,别的经过试验的人可以接续他们的职事。3. 所以,那些由使徒设立,或后来由其他有名望的人设立,并有全教会共同赞同的人;他们以谦卑、安静、不粗暴的方式,无可指摘地服事基督的羊群,又多年来受众人见证;我们认为,这样的人被赶出职事是不公义的。4. 因为我们若把那些无可指摘、圣洁地献上监督职分礼物的人赶出去,对我们来说就不是小罪。5. 那些已经先行走完道路的长老是有福的,他们的离世结出果子并且完全;因为他们不必担心有人把他们从所设立的位置上移开。6. 我们看见,你们已经把一些生活良好的人,从他们无可指摘、受尊重的职事中挪走了。
XLV
四十五
1. Φιλόνεικοι ἔστε, ἀδελφοί, καὶ ζηλωταὶ περὶ τῶν ἀνηκόντων εἰς σωτηρίαν. 2. ἐγκεκύφατε εἰς τὰς ἱερὰς γραφάς, τὰς ἀληθεῖς, τὰς διὰ τοῦ πνεύματος τοῦ ἁγίου. 3. ἐπίστασθε, ὅτι οὐδὲν ἄδικον οὐδὲ παραπεποιημένον γέγραπται ἐν αὐταῖς. οὐχ εὑρήσετε δικαίους ἀποβεβλημένους ἀπὸ ὁσίων ἀνδρῶν. 4. ἐδιώχθησαν δίκαιοι, ἀλλ’ ὑπό ἀνόμων· ἐφυλακίσθησαν, ἀλλ’ ὑπὸ ἀνοσίων· ἐλιθάσθησαν ὑπὸ παρανόμων· ἀπεκτάνθησαν ὑπὸ τῶν μιαρὸν και ἄδικον ζῆλον ἀνειληφότων. 5. ταῦτα πάσχοντες εὐκλεῶς ἤνγκαν. 6. τί γὰρ ἔπωμεν, ἀδελφοί; Δανιὴλ ὑπὸ τῶν φοβουμένων τὸν θεὸν ἐβλήθη εἰς λάκκον λεόντων; 7. ἡ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μιαὴλ ὑπὸ τῶν θρησκευόντων τὴν μεγαλοπρεπῆ καὶ ἔνδοξον θρησείαν τοῦ ὑψίστου κατείρχθησαν εἰς κάμινον πυρός; μηθαμῶς τοῦτο γένοιτο. τίνος οὖν οἱ ταῦτα δράσαντες; οἱ στυγητοὶ καὶ πάσης κακίας πλήρεις εἰς τοσοῦτο ἐξήρισαν θυμοῦ, ὥτε τοὺς εν ὁσίᾳ καὶ ἀμώμῳ προθέσει δουλεύοντας τῷ θεῷ εἰς αἰκίαν περιβαλεῖν, μὴ εἰδότες ὅτι ὁ ὕψιστος ὑπέρμαχος καὶ ὑπὲρμαχος καὶ ὑπερασπιστής ἐστιν τῶν ἐν καθαρᾷ συνειδήσει λατρευόντων τῷ παναρέτῳ ὀνόματι αὐτοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 8. οἱ δὲ ὑπομένοντες ἐν πεποιθήσει δόξαν καὶ τιμὴν ἐκληρονόμησαν, ἐπήρθησάν τε καὶ ἔγγραφοι ἐγένοντο ἀπό τοῦ θεοῦ ἐν τῷ μνημοσύνῳ αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 弟兄们,你们好争论,也热心于那些关乎救恩的事。2. 你们俯身查考圣经,就是那些真实、藉着圣灵而来的经文。3. 你们知道,其中没有写下任何不义或伪造的事。你们不会发现义人被圣洁的人赶出去。4. 义人受逼迫,却是被不法的人逼迫;他们被囚禁,却是被不圣洁的人囚禁;他们被石头打,是被犯法的人打;他们被杀,是被那些怀抱污秽不义嫉妒的人所杀。5. 他们受这些苦,却荣耀地忍受了。6. 弟兄们,我们该说什么呢?但以理是被敬畏上帝的人扔进狮子坑的吗?7. 哈拿尼雅、亚撒利雅、米沙利,是被敬拜至高者宏伟荣耀敬拜的人丢进火炉的吗?愿这事绝不如此。那么,作这些事的是谁呢?那些可憎、满有一切恶毒的人,激起如此大的怒气,以致把那些以圣洁、无可指摘的心志服事上帝的人投入苦害中;他们不知道至高者是那些以清洁良心敬拜他全然有德之名者的辩护者、保护者和捍卫者。愿荣耀归给他,直到永永远远。阿们。8. 那些以确信忍耐的人,承受了荣耀和尊贵,被高举,并被上帝写在他的记念册中,直到永永远远。阿们。
XLVI
四十六
1. Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί. 2. γέγραπται γάρ· Κολλᾶσθε τοῖς ἁγίοις, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται. 3. καὶ πάλιν ἐν ἑτέρῳ τύπῳ λέγει· Μετὰ ἀνδρὸς ἀθῴμου ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 4. κολληθῶμεν οὖν τοῖς ἀθῷοις καὶ δικαίοις· εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ. 5. ἱναντί ἔρεις καὶ θυμοὶ καὶ διχοσατσίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν; 6. ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἕνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐχυθὲν ἐφ’ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ; 7. ἱναντί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ. 8. εἶπεν γάρ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ· καλὸν ἧν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι. 9. τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλούς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην· καὶ ἐπίμονς, ὑμῶν ἐστιν ἡ στάσις.
1. 所以,弟兄们,我们也必须紧紧连于这样的榜样。2. 因为经上写着:“你们要亲近圣徒,因为亲近他们的人必成圣。”3. 又在另一种表达中说:“你与无辜的人同在,就必无辜;与蒙拣选的人同在,就必蒙拣选;与弯曲的人同在,就必变得弯曲。”4. 因此,让我们亲近无辜和公义的人;他们就是上帝的选民。5. 你们中间为什么有争竞、怒气、纷争、分裂和争战呢?6. 我们岂不是有一位上帝、一位基督,并有一位浇灌在我们身上的恩典之灵吗?在基督里岂不是只有一个呼召吗?7. 我们为什么拉扯、撕裂基督的肢体,背叛自己的身体,并陷入如此疯狂,以致忘记我们彼此是肢体呢?你们要记念主耶稣的话。8. 因为他说:“那人有祸了;若他没有出生,倒比绊倒我一个选民更好。宁可把磨石套在他身上,沉在海里,也胜过使我一个选民偏离。”9. 你们的分裂已经使许多人偏离,使许多人灰心,使许多人疑惑,也使我们众人忧伤;而你们的纷争仍在持续。
XLVII
四十七
1. Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου. 2. τί πρῶτον ὑμῖν ἐν ἀρχῇ τοῦ εὐαγγελίου ἔγραψεν; 3. ἐπ’ ἀληθείας πνευματιῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ, διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι. 4. ἀλλ’ ἡ πρόςκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν· προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παρ’ αὐτοῖς. 5. νυνὶ δὲ κατανοήσατε, τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδεφίας ὑμῶν ἐμείνωσαν. 6. αἰσψρά, ἀγαπητοί, καὶ λίαν αἰσψρά, καὶ ἀνάξια τῆς ἐν Χριστῷ ἀγωγῆς ἀκούεσθαι, τὴν βεβαιοτάτην καὶ ἀρχαίαν Κορινθίων ἐκκλησίαν δι’ ἓν ἢ δύο πρόσωπα στασιάζειν πρὸς τοὺς πρεσβυτέρους· 7. καὶ αὕτη ἡ ἀκοὴ οὐ μόνον εἰς ἡμᾶς ἐχώρησεν, ἀλλὰ καὶ εἰς τοὺς ἑτεροκλινεῖς ὑπάρχοντας ἀφ’ ἡμῶν, ὥστε καὶ βλασφημίας ἐπιφέρεσθαι τῷ ὀνόματι κυρίου διὰ τὴν ὑμετέραν ἀφροσύνην, ἑαυτοῖς δὲ κίνδυνον ἐπεξεργάζεσθαι.
1. 你们要重新拿起蒙福使徒保罗的书信。2. 在福音起初的时候,他首先写给你们什么呢?3. 事实上,他属灵地写信给你们,论到他自己、矶法和亚波罗,因为那时你们也已经形成派别。4. 但那种偏向给你们带来的罪较轻;因为你们偏向的是有见证的使徒,以及受他们认可的人。5. 如今你们要思想,是谁使你们偏离,并使你们那著名弟兄相爱的庄重名声受损。6. 亲爱的,这是可耻的,极其可耻,也不配在基督里的教养中被听见:哥林多人那最坚固、古老的教会,竟因一两个人而反叛长老。7. 这消息不只传到我们这里,也传到那些与我们不同立场的人那里,以致主的名因你们的愚昧而遭受毁谤,你们也为自己造成危险。
XLVIII
四十八
1. Ἐξάρωμεν οὖν ἐν τάχει καὶ προσπέσωμεν τῷ δεσπότῃ καὶ κλαύσωμεν ἱκετευοντεσ αὐτόν, ὅπως ἵλεως γενόμενος ἐπικαταλλαγῇ ἡμῖν καὶ ἐπὶ τὴν σεμνὴν τῆς φιλαδελφίας ἡμῶν ἁγνὴν ἀγωγὴν ἀποκαταστήσῃ ἡμᾶς. 2. πύλη γὰρ δικαιοσύνης ἀνεῳγγυῖα εἰς ζωὴν αὕτη, καθὼς γέγραπται· Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, ἵνα εἰςελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ. 3. αὕτη ἡ πύλη τοῦ κυρίου· δίκαιοι εισελεύσονται ἐν αὐτῇ. 4. πολλῶν οὖν πυλῶν ἀνεῳγιῶν ἡ ἐν δικαιοσύνῃ αὕτη ἐστὶν ἡ ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἀταράχως πάντα ἐπιτεοῦντες. 5. ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω ἁγνὸς ἐν ἔργοις. 6. τοσούτῳ γὰρ μᾶλλον ταπεινοφρονεῖν ὀφείλει, ὅσῳ δοκεῖ μᾶλλον μείζων εἶναι, καὶ ζητεῖν τὸ κοινωφελὲς πᾶσιν, καὶ μὴ τὸ ἑαυτοῦ.
1. 因此,让我们迅速除去这事,俯伏在主面前,哭泣恳求他,好叫他施恩与我们和好,并使我们恢复到弟兄相爱那庄重、纯洁的生活方式。2. 因为这就是通向生命的公义之门,正如经上写着:“给我打开公义的门,我要进去,在其中称谢主。3. 这是主的门;义人要从其中进入。”4. 既然有许多门打开,这在公义中的门就是在基督里的门;凡从其中进入,并以圣洁和公义引导自己道路、毫无扰乱地完成万事的人,都是有福的。5. 人可以在分辨言语上有智慧,也可以在行为上纯洁。6. 因为人越显得伟大,就越应当存谦卑的心,并寻求众人的共同益处,而不是自己的益处。
XLIX
四十九
1. Ὁ ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα. 2. τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύνατια ἐξηγήσασθαι; 3. τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτου τίς ἀρκετὸς ἐξειπεῖν; 4. τὸ ὕψος, εἰς ὃ ἀνάγε ἡ ἀγάπη, ἀνεκδιήγητόν ἐστιν. 5. ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, ἀγάπη καλύπτε πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ· οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον· ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ. 6. ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς ὁ δεσπότης· διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
1. 凡在基督里有爱的人,就当行基督的命令。2. 谁能述说上帝之爱的联结呢?3. 谁足以说尽它美丽的伟大呢?4. 爱所带人升到的高度,是无法言说的。5. 爱使我们紧紧连于上帝;爱遮盖许多罪;爱凡事忍受,凡事恒忍。爱里面没有粗暴,没有骄傲;爱没有分裂,爱不纷争,爱凡事都在同心中行。上帝所有选民都是在爱中得以完全;没有爱,就没有什么是蒙上帝悦纳的。6. 主在爱中接纳我们;因着他对我们的爱,我们的主耶稣基督照上帝的旨意,为我们舍了自己的血,又为我们的肉身舍了自己的肉身,为我们的灵魂舍了自己的灵魂。
L
五十
1. Ὁρᾶτε ἀγαπητοί, πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις. 2. τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν καταξιώσῃ ὁ θεός; δεώμεθα οὖν καὶ αἰτώμεθα δίχα προσκλίσεως ἀνθρωπίνης, ἄμωμοι. 3. αἱ γενεαὶ´πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον, ἀλλ’ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν, οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ. 4. γέγραπται γάρ· Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅον ὅσον, ἕως οὗ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός μου, καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς, καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν. 5. μακάριοί ἐσμεν, ἀγαπητοί, εἰ τὰ προτάγματα τοῦ θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης, εἰς τὸ ἀφεθῆναι ἡμῖν δι’ ἀγάπης τὰς ἁμαρτίας. 6. γέγραπται γάρ· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁματίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτου δόλος· 7. οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 亲爱的,你们看,爱是何等伟大、何等奇妙;它的完全无法解释。2. 谁足以被发现在爱中呢?若不是上帝使人配得,谁能呢?所以,让我们祈求并求问他,好叫我们无可指摘地活在爱中,远离人的偏私。3. 从亚当直到今日,所有世代都过去了;但那些照着上帝恩典在爱中得以完全的人,有敬虔者的居所;他们将在基督国度的眷顾中显明。4. 因为经上写着:“你们进入内室,隐藏片刻,等到我的怒气和忿怒过去;我必记念美好的日子,使你们从坟墓中复起。”5. 亲爱的,如果我们在爱的同心中遵行上帝的命令,好叫我们的罪藉着爱得赦免,我们就是有福的。6. 因为经上写着:“不法得赦免、罪被遮盖的人是有福的;主不算为有罪、口中没有诡诈的人是有福的。”7. 这福分临到那些藉着我们的主耶稣基督蒙上帝拣选的人。愿荣耀归给他,直到永永远远。阿们。
LI
五十一
1. Ὅσα οὖν παρεπέσαμεν καὶ ἐποιήσαμεν διά τινας παρεμπτώσεις τοῦ ἀντικειμένου, ἀξιώσωμεν ἀφεθῆναι ἡμῖν. καὶ ἐκεῖνοι δέ, οἵτινες ἀρχηγοὶ στάσεως καὶ διχοστασίας ἐγενήθησαν, οφείουσιν τὸ κοινὸν τῆς ἐλπίδος σκοπεῖν. 2. οἱ γάρ μετὰ φόβου καὶ ἀγάπης πολιτευόμενοι ἑαυτοὺς θέλουσιν μᾶλλον αἰκίαις περιπίπτειν φέρουσιν ἢ τῆς παρεδεδομένης ἡμῖν καλῶς καὶ δικαίως ὁμοφωνίας, 3. καλὸν γὰρ ἀνθρώπῳ ἐξομολογεῖσθαι περὶ τῶν παραπτωμάτων ἢ σκληρῦναι τὴν καρδίαν αὐτοῦ, καθῶς ἐσκληρύνθη ἡ καρδία τῶν στασιαζόντων πρὸς τὸν θεράποντα τοῦ θεοῦ Μωϋσῆν, ὧν τὸ κρίμα πρόδηλον ἐγενήθη, 4. κατέβησαν γὰρ εἰς ᾅδου ζῶντες, καὶ θάνατος ποιμανεῖ αυτούς. 5. Φαραὼ καὶ ἡ στρατιὰ αὐτοῦ καὶ πάντες οἱ ἡγούμενοι Αἰγύπτου, τά τε ἅρματα καὶ οἱ ἀνάβαται αὐτῶν οὐ δι’ ἄλλην τινὰ αἰτίαν ἐβυθηισθησαν εἰς θάλασσαν ἐρυθρὰν καὶ ἀπώλοντο, ἀλλὰ διὰ τὸ σκληρυνθῆναι αὐτῶν τὰς ἀσυνέτους καρδίας μετὰ τὸ γενέσθαι τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτου διὰ τοῦ θεράποντος τοῦ θεοῦ Μωϋσέως.
1. 因着敌对者某些侵扰,我们凡跌倒、所行不当之处,都当求得赦免。那些成了纷争和分裂首领的人,也应当顾念我们共同的盼望。2. 因为那些以敬畏和爱生活的人,宁愿自己落入苦害,也不愿使那美好、公义传给我们的和谐遭受苦害。3. 人承认自己的过犯,总比硬着心好;正如那些反叛上帝仆人摩西之人的心刚硬,他们的审判已经显明。4. 因为他们活活下到阴间,死亡要牧养他们。5. 法老和他的军队,以及埃及所有首领,他们的战车和骑兵,沉入红海而灭亡,并不是因别的缘故,而是因为在上帝的仆人摩西藉着神迹奇事在埃及地施行之后,他们无知的心仍然刚硬。
LII
五十二
1. Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων· οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ. 2. φησὶν γὰρ ὁ ἐκλεκτὸς Δαυείδ· Ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπέρ μόχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς· ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. 3. καὶ πάλιν λέγει· Θῦσον τῷ θεῷ. θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαι σε, καὶ δοξάσεις με. 4. θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.
1. 弟兄们,万有的主并无缺乏;他不需要任何人的任何东西,只要人向他承认。2. 因为蒙拣选的大卫说:“我要称谢主,这必比长角有蹄的新牛更蒙他悦纳;贫穷人要看见,就欢喜。”3. 他又说:“要向上帝献上赞美的祭,向至高者还你的愿;在你遭患难的日子呼求我,我就救你,你也要荣耀我。”4. 因为献给上帝的祭,是忧伤痛悔的灵。
XLIII
四十三
1. Ἐπίστασθε γάρ καὶ καλῶς ἐπίσταθε τὰς ἱερὰς γραφάς, ἀγαπητοί, καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ θεοῦ. πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν. 2. Μωϋσέως γὰρ ἀναβάντος εἰς τὸ ὄρος καὶ ποιήσαντος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐν νηστείᾳ καὶ ταπεινώσει, εἶπεν πρὸς αὐτὸν ὁ θεός· Κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς εξήγαες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐντείλω αὐτοῖς, ἐποίησαν ἑαυτοῖς χωνεύματα. 3. καὶ εἶπεν κύριος πρὸς αὐτόν· Ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστιν σκληροτράχηλος· ἔασόν με ἐξολεθρεῦσαι αυτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο. 4. καὶ εἶπεν Μωϋσῆς· Μηδαμῶς, κύριε· ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώτων. 5. ὢ μεγάλης ἀγάπης, ὢ τελειότητος ἀνυπερβλήτου. παρρησιάζεται θεράπων πρὸς κύριον, αἰτεῖται ἄφεσιν τῷ πλήθει, ἢ καὶ ἑαυτὸν ἐξαλειφθῆναι μετ’ αὐτῶν ἀξιοῖ.
1. 亲爱的,你们知道,并且很清楚知道圣经,也俯身查考上帝的话语。所以,我们写这些是为提醒你们。2. 摩西上山,禁食谦卑四十昼夜之后,上帝对他说:“你要速速从这里下去,因为你的百姓,就是你从埃及地领出来的,已经行了不法;他们很快偏离我吩咐他们的道路,为自己铸造偶像。”3. 主又对他说:“我看见这百姓,看哪,他们是硬着颈项的。你且由着我灭绝他们,从天下涂抹他们的名;我要使你成为一个伟大、奇妙、比这更众多的民族。”4. 摩西说:“主啊,千万不要如此;求你赦免这百姓的罪;不然,也把我从活人册上涂抹吧。”5. 何等大的爱,何等无可超越的完全!仆人向主坦然说话,为众人请求赦免,甚至要求自己也与他们一同被涂抹。
LIV
五十四
1. Τίς οὖν ἐν ὑμῖν γενναῖοσ, τίς εὔσπλαγχνος, τίς πεπληροφορημένος ἀγάπης; 2. εἰπάτω· Εἰ δι’ ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα, ἐκχωρῶ, ἄπειμι, οὗ ἐὰν βούλησθε, καὶ ποιῶ τὰ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων. 3. τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται, καὶ πᾶς τόπος δέξεται αὐτόν, τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 4. ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ θεοῦ ἐποίησαν καὶ ποιήσουσιν.
1. 那么,你们中间谁是勇毅的?谁有怜悯?谁满有爱的确信?2. 就让他说:“若纷争、争竞和分裂是因我而起,我就退让;你们愿意我往哪里去,我就离开到哪里去,并照众人所命令的去行;只愿基督的羊群与所设立的长老一同和平。”3. 这样行的人,必在基督里为自己取得极大的美名;各处也都要接纳他,因为地和其中所充满的都属于主。4. 那些过上帝无可后悔生活的人,已经这样行,也还要这样行。
LV
五十五
1. Ἵνα δὲ καὶ ὑποδείγματα ἐθνῶν ἐνέγκωμεν. πολλοὶ βασιλεῖς καὶ ἡγούμενοι, λοιμικοῦ τινος ἑαυτοὺς εἰς θάνατον, ἵνα ῥύσωνται διὰ τοῦ ἑαυτῶν αἵματος τοὺς πολίτας· πολλοὶ ἐξεχώρησαν ἰδίων πόλεων, ἵνα μὴ στασιάζωσιν ἐπὶ πλεῖον. 2. ἐπιστάμεθα πολλοὺς ἐν ἡμῖν παραδεδωκότας ἑαυτοὺς εἰς δεσμά, ὅπως ἑτέρους λυτρώσονται· πολλοὶ ἑαυτοὺς παρέδωκαν εἰς δουλείαν, καὶ λαβόντες τὰς τιμὰς αὐτῶν ἑτέρους ἐψώμισαν. 3. πολλαὶ γυναῖκες ἐνδυναμωθεῖσαι διὰ τῆς χάριτος τοῦ θεοῦ ἐπετελέσαντο πολλὰ ἀνδρεῖα. 4. Ἰουδὶθ ἡ μακαρία, ἐν συγκλεισμῷ οὔσης τῆς πόλεως, ᾐτήσατο παρὰ τῶν πρεσβυτέρων ἐαθῆναι αὐτὴν ἐξελθεῖν εἰς τὴ παρεμβολὴν τῶν ἀλλοφύλων. 5. παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν δι’ ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκεισμῷ, καὶ παρέδωκεν κύριος Ὀλοφερνην ἐν χειρὶ θηλείας. 6. οὐχ ἧττον καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδυνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ ἔθνος τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται· διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν ὧν χάριν ἐκινδύνευσεν.
1. 为了也举出外邦人的榜样:许多君王和领袖,在某种瘟疫临到时,把自己交于死亡,好藉着自己的血救自己的公民;许多人离开自己的城,为免纷争更加扩大。2. 我们知道,在我们中间有许多人把自己交给捆锁,好救赎别人;许多人把自己交给奴役,领了自己的价银,就供养别人。3. 许多妇女因上帝的恩典得着力量,完成了许多勇敢的事。4. 蒙福的犹滴,在城被围困时,请求长老准她出去,到外族人的营中。5. 她为着祖国和被围困的百姓,因爱把自己交给危险而出去;主也把何乐弗尼交在女子手中。6. 照信心完全的以斯帖也同样把自己置于危险中,为要拯救将要灭亡的以色列民族;因为藉着她的禁食和谦卑,她恳求那察看她谦卑灵魂的主,拯救了她为之冒险的百姓。
LVI
五十六
1. Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων, ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν ἀλλὰ τῷ θελήματι τοῦ θεοῦ· οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν θεὸν καὶ τοὺς ἁγίους μετ’ οἰκτιρμῶν μνεία. 2. ἀναλάβωμεν παιδείαν, ἐφ’ ᾗ οὐδεὶς ἀγανακτεῖν, ἀγαπητοί. ἡ νουθέτησις, ἣν ποιούμεθα εἰς ἀλλήλους, καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος· κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ θεοῦ. 3. οὕτως γάρ φησιν ὁ ἅγιος λόγος· Παιδεύων ἐπαίδευσέν με ὁ κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με· 4. ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 5. Παιδεύσει με γάρ, φησίν, δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου. 6. καὶ πάλιν λέγει· Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίτησιν· 7. ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. 8. ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν. 9. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε· 10. καὶ ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ φοβηθήσῃ κακῶν ἐπερχομένων. 11. ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· 12. θῆρες γὰρ δὲ θηρίων ἄγριοι εἰρηνεύσουσίν σοι. 13. εἶτα γνώσῃ, ὄτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. 14. γνώσῃ δέ, ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. 15. ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζομενος, ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα. 16. βλέπετε, ἀγαπητοί, πόσος ὑπερασπισμός ἐστιν τοῖς παιδευομένοις ὑπὸ τοῦ δεπότου· πατὴρ γὰρ ἀγαθὸς ὢν παιδεύει εἰς τὸ ἐλεηθῆναι ἡμᾶς διὰ τῆς ὁσίας παιδείας αὐτοῦ.
1. 因此,我们也要为那些处在某种过犯中的人代求,使温和与谦卑赐给他们,好叫他们不是向我们屈服,而是向上帝的旨意屈服;这样,他们在上帝和圣徒面前带着怜悯被记念,就必结出果子并得以完全。2. 亲爱的,让我们接受管教;没有人应当为此恼怒。我们彼此所作的劝诫是美好的,并且极有益处,因为它使我们紧紧连于上帝的旨意。3. 因为圣言这样说:“主严严地管教了我,却没有把我交给死亡。”4. “因为主所爱的,他必管教;凡他所接纳的儿子,他都鞭打。”5. 又说:“义人必以怜悯管教我,责备我;罪人的油却不可膏我的头。”6. 他又说:“主所责备的人是有福的;不可拒绝全能者的劝诫;因为他使人疼痛,又重新恢复;7. 他击打,他的手也医治。8. 六次他必救你脱离患难,第七次灾祸也不触及你。9. 饥荒中,他必救你脱离死亡;战争中,他必救你脱离铁的手。10. 他必把你藏起来,避开舌头的鞭打;灾祸临到时,你也不惧怕。11. 你必嘲笑不义和不法的人;你也不惧怕野兽。12. 因为野兽必与你和平。13. 于是你必知道你的家平安,你帐棚的居所必不犯罪。14. 你也必知道你的后裔众多,你的儿女如田野茂盛的草。15. 你必进入坟墓,如同成熟的麦子按时收割,又如禾场上的禾捆按时收聚。”16. 亲爱的,你们看,那些受主管教的人有何等大的保护;因为他是良善的父,藉着他圣洁的管教管教我们,好叫我们蒙怜悯。
LVII
五十七
1. Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν, κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν. 2. μάθετε ὑποτάσσεσθαι, ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν· ἄμεινον γάρ ἐστιν ὑμῖν, ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογιμους εὑρεθῆναι, ἢ καθ’ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ. 3. οὕτως γὰρ λέγει ἡ πανάρετος σοφία· Ἰδού, προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. 4. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε· τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλέᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοια καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία. 5. ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 6. τοιγαροῦν ἔδουνται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλαησθήσονται· 7. ἀνθ’ ὧν γὰρ ἠδίδουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
1. 所以,你们这些奠下纷争根基的人,要顺服长老,弯下你们心中的膝,受管教而悔改。2. 要学习顺服,脱去你们舌头自夸、骄傲的任性;因为对你们来说,在基督的羊群中被显为小而有名望的人,胜过看似卓越却从他的盼望中被抛出。3. 因为全然有德的智慧这样说:“看哪,我要向你们发出我气息的话语,也要教导你们我的言语。4. 因为我呼唤,你们却不听;我伸出话语,你们却不留心;你们反倒使我的谋略无效,又不顺从我的责备。因此,在你们灭亡时,我也要嗤笑;当毁灭临到你们,灾祸如暴风忽然来到,倾覆如旋风临到,或患难和围困临到你们时,我要欢喜。5. 那时你们呼求我,我却不听你们;恶人寻找我,却找不到。因为他们恨恶智慧,不选择敬畏主,也不愿留心我的谋略,反倒讥笑我的责备。6. 因此,他们必吃自己道路的果子,并因自己的不敬虔得饱足。7. 因为他们亏待孩童,必被杀害;审问必毁灭不敬虔的人;但听从我的人必怀着盼望安居,并安静无惧,远离一切灾祸。”
LVIII
五十八
1. Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθουσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ το ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὄνομα. 2. δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ζῇ γὰρ ὁ θεὸς καὶ ζῇ ὁ κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ πνεῦμα το ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ’ ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σωζομένων διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐστὶν αὐτῳ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 因此,让我们顺服他至圣而荣耀的名,逃避智慧所预先说给悖逆之人的威胁,好叫我们凭信靠安居在他威严至圣的名上。2. 你们要接受我们的劝告,这对你们必不后悔。因为上帝活着,主耶稣基督活着,圣灵也活着,选民的信心与盼望也在;凡以谦卑、带着热切温和,无后悔地遵行上帝所赐典章和命令的人,必被列入并算在藉着耶稣基督得救的人数中。愿荣耀藉着他归给上帝,直到永永远远。阿们。
LIX
五十九
1. Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπ’ αὐτοῦ δι’ ἡμῶν εἰρημένοις, γινωσέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν. 2. ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας καὶ αἰτησόμεθα ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δι’ οὑ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος αὐτοῦ, 3. . . .There appears to be a lacuna in the Greek: Lightfoot supplies Δὸς ἡμῖν, κύριε. ἐλπίζειν ἐπι τὸ ἀρχεγόνον πάσης κτίσεως ὄνομά σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν σε τὸν μόνον ὕψιστον ἐν ὑψίστοοις, ἅγιον ἐν ἁγίοις ἀναπαυόμενον. τὸν ταπεινοῦντα ὕβριν ὑεπερηφάνων, τὸν διαλύοντα λογισμοὺς ἐθνῶν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηοὺς ταπεινοῦντα, τὸν πλουτίζοντα καὶ πτωχίζοντα, τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα, μόνον εὑρέτην πνευμάτων καὶ θεὸν πάσης σαρκός· τὸν ἐπιβλέποντα ἐν τοῖς ἀβύσσοις, τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων, τὸν τῶν κινδυνευόντων βοηθόν, τὸν τῶν ἀπηλπισμένων σωτῆρα, τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον· τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου, δι’ οὗ ἡμᾶς ἐπαιδευσας, ἡγίασας, ἐτίμησας· 4. ἀξιοῦμέν σε, δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν. τοὺς ἐν θλίψει ἡμῶν σῶσον, τοὺς ταπεινοὺς ἐλέησον, τοὺς πεπτωκότας ἔγειρον, τοῖς δεομένοις ἐπιφάνηθι, τοὺς ἀσθενεῖς ἴασαι, τοὺς πλανωμένους τοῦ λαοῦ σου ἐπίστρεψον· χόρτασον τοὺς πεινῶντας, λύτρωσαι τοὺς δεσμίους ἡμῶν, ἐξανάστησον τοὺς ἀσθενοῦντας, παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας· γνώτωσάν σε ἅπαντα τὰ ἔθνη, ὅτι σὺ εἶ ὁ θεὸς μόνος καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου καὶ ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου.
1. 若有人不顺从他藉着我们所说的话,他们当知道,自己必陷入过犯和不小的危险。2. 但我们必在这罪上无辜;我们也要热切祈求恳求,使万有的创造主藉着他所爱的仆人耶稣基督,在全世界保守他选民所数定的数目完整无损;他藉着这位基督呼召我们出黑暗入光明,从无知进入认识他名之荣耀的真知识。3. ……希腊文此处似乎有脱漏;Lightfoot 补入:“主啊,求你赐我们盼望你的名,就是一切受造之物的本源;求你打开我们心中的眼睛,使我们认识你这位独一至高者,在至高之处为至高,在圣者中安息为圣。你使骄傲人的狂傲降卑,拆毁列国的计谋,使卑微人升高,又使高傲人降卑;你使人富足,也使人贫穷;你使人死,也使人活;惟有你察验诸灵,是一切肉身的上帝;你察看深渊,监察人的行为;你是遭危险者的帮助,是绝望者的救主,是一切灵的创造者和监督;你使地上列国增多,并从万民中拣选那些藉着你所爱的仆人耶稣基督爱你的人;藉着他,你教导我们,使我们成圣,尊荣我们。4. 主啊,我们求你作我们的帮助者和扶持者。求你拯救我们中遭患难的人,怜悯卑微的人,扶起跌倒的人,向有需要的人显现,医治软弱的人,使你百姓中迷失的人回转;使饥饿的人饱足,救赎我们被囚的人,使软弱的人兴起,安慰灰心的人;愿万国都认识你,知道惟有你是上帝,耶稣基督是你的仆人,我们是你的百姓,是你草场上的羊。”
LX
六十
1. Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας· σύ, κύριε, τὴν οἰκουμένην ἔκτισας, ὁ πιστὸς ἐν πάσαις ταῖς γενεαῖς, δίκαιος ἐν τοῖς κρίμασιν, θαυμαστὸς ἐν ἰσχύϊ καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι, ὁ ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ, ἐλεῆμον καὶ οἰκτίρμον, ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ πλημμελείας. 2. μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν, ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας προεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν. 3. ναί, δέσποτα, ἐπίφανον τὸ πρόσωπόν σου ἐφ’ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ, εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως. 4. δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, καθὼς ἔδωκας τοις πατράσιν ἡμῶν, ἐπικαλουμένων σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ, ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου, τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς.
1. 因为你藉着所运行的事显明了世界永流不息的结构;主啊,是你创造了人居住的世界。你在万世代中信实,在审判中公义,在力量中奇妙,在坚立所造之物上明智;在所看见的事上良善,向信靠你的人施恩,满有怜悯和慈悲。求你赦免我们的不法和过犯。2. 不要计算你仆人和婢女的一切罪,乃要以你真理的洁净来洁净我们,并引导我们的脚步,使我们以圣洁的心行事,行你面前和我们掌权者面前良善而蒙悦纳的事。3. 是的,主啊,求你使你的面光照我们,使我们在平安中得着美善,被你大能的手遮盖,藉着你高举的膀臂脱离一切罪;也求你救我们脱离那些无故恨恶我们的人。4. 求你赐同心与平安给我们,并赐给一切住在地上的人,正如你赐给我们的列祖一样;他们以信心和真理圣洁地呼求你,顺服你全能而荣耀的名,也顺服地上的掌权者和领袖。
LXI
六十一
1. Σύ, δεσποτα, ἔδωκας τὴν ἐξουσίαν τῆς βασιλείας αὐτοῖς διὰ του μεγαλοπρεποῦς καὶ ἀνεκδιηγήτου κράτους σου, εἰς τὸ γινώσκοντας ἡμᾶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην δόξαν καὶ τιμὴν ὑποτάσσεσθαι αὐτοῖς, μηδὲν ἐναντιουμένους τῷ θελήματί σου· οἷς δός, κύριε, ὑγίειαν, εἰρήνην, ὁμόνοιαν, εὐστάθειαν, εἰς τὸ διέπειν αὐτοὺς τὴν ὑπὸ σοῦ δεδομένην αὐτοῖς ἡγεμονίαν ἀπροσκόπως. 2. σὺ γάρ, δέσποτα ἐουράνιε, βασιλεῦ τῶν αἰώνων, δίδως τοῖς υἱοῖς τῶν ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐξουσίαν τῶν ἐπὶ τῆς γῆς ὑπαρχόντων· σύ, κύριε, διεύθυνον τὴν βουλὴν αὐτῶν κατὰ τὸ καλὸν καὶ εὐάρεστον ἐνώπιόν σου, ὅπως διέποντες ἐν εἰρήνῃ καὶ πραΰτητι εὐσεβῶς τὴν ὑπὸ σοῦ αὐτοῖς δεδομένην ἐξουσίαν ἵλεώ σου τυγχάνωσιν. 3. ὁ μόνος δυνατὸς ποιῆσαι ταῦτα καὶ περισσότερα ἀγαθὰ μεθ’ ἡμῶν, σοὶ ἐξομολογούμεθα διὰ τοῦ ἀρσιερέως καὶ προστάτου τῶν ψυχῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ σοι ἡ δόξα καὶ ἡ μεαλωσύνη καὶ νῦν καὶ εἰς γενεὰν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 主啊,你藉着你宏伟而不可言说的权能,把王权的权柄赐给他们,好叫我们知道你赐给他们的荣耀和尊贵,就顺服他们,毫不抵挡你的旨意。主啊,求你赐给他们健康、平安、同心和稳固,使他们无阻地治理你赐给他们的统治权。2. 因为你,属天的主、万世的王,把地上所有的荣耀、尊贵和权柄赐给人的子孙。主啊,求你引导他们的谋略,使其照你面前良善而蒙悦纳的事而行,好叫他们以平安、柔和、敬虔治理你赐给他们的权柄,得蒙你的恩待。3. 惟有你能在我们中间成就这些事,并成就更多美善的事;我们藉着我们灵魂的大祭司和保护者耶稣基督向你称谢。藉着他,愿荣耀和威严归给你,从现在直到世世代代,直到永永远远。阿们。
LXII
六十二
1. Περὶ μὲν τῶν ἀνηκόντων τῇ θρησκείᾳ ἡμῶν καὶ τῶν ὠφελιμωτάτων εἰς ἐνάρετον βίον τοῖς θέλουσιν εὐσεβῶς καὶ δικαίως διευθύνειν, ἱκανῶς ἐπεστείλαμεν ὑμῖν, ἄνδρες ἀδελφοί. 2. περὶ γὰρ πίστεως καὶ μεταμοίας καὶ γνησίας ἀγαπης καὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ ὑπομοῆς πάντα τόπον ἐψηλαφήσύνῃ καὶ ἀληθείᾳ καὶ μακροθυμίᾳ τῷ παντοκράτορι θεῷ ὁσίως εὐαρεστεῖν, ὁμονοοῦντας ἀμνησικακως ἐν ἀγάπῃ καὶ εἰρήνῃ μετὰ ἐκτενοῦς ἐπιεικείας, καθὼς καὶ οἱ προδεδηλωμένοι πατέρες ἡμῶν εὐηρέστησαν ταπεινοφρονοῦντες τὰ πρὸς τὸν πατέρα καὶ κτίστην θεὸν· καὶ πάντας ἀνθρώπους. 3. καὶ ταῦτα τοσούτῳ ἥδιον ὑπεμνήσαμεν, ἐπειδὴ σαφῶς ᾔδειμεν γράφειν ἡμᾶς ἀνδράσιν πιστοῖς καὶ ἐλλογιμωτάτοις καὶ ἐγκεκυφόσιν εἰς τὰ λόγια τῆς παιδείας τοῦ θεοῦ.
1. 弟兄们,关于属于我们敬拜的事,以及那些对愿意敬虔公义地引导自己、过有德生活的人极有益处的事,我们已经充分写信给你们。2. 因为关于信心、悔改、真诚的爱、节制、谨慎和忍耐,我们已经触及各处,使你们在公义、真理和忍耐中,圣洁地蒙全能上帝悦纳;又在爱与平安中同心,不记仇恨,并带着热切温和,正如我们前面所说明的列祖,存谦卑的心,蒙父和创造主上帝悦纳,也蒙众人悦纳。3. 我们越发甘心提醒这些事,因为我们清楚知道,我们所写给的是忠信、极有名望,并且俯身查考上帝教训话语的人。
LXIII
六十三
1. Θεμιτὸν οὖν ἐστιν τοῖς τοιούτοις καί τοσούτοις ὑποδιέγμασιν προελθόντας ὑποθεϊναι τὸν τράχηλον καὶ τὸν τῆς ὑπακοῆς τόπον ἀναπληρῶσαι, ὅπως ἡσυχάσαντες τῆς ματαίας στάσεως ἐπὶ τὸν προκείμενον ἡμῖν ἐν ἀληθείᾳ σκοπὸν δίχα παντὸς μώμου καταντήσωμεν. 2. χαρὰν γὰρ καὶ ἀγαλλίασιν ἡμῖν παρέξετε, ἐὰν ὑπήοοι γενόμενοι τοῖς ὑφ’ ἡμῶν γεγραμμένοις διὰ τοῦ ἁγίου πνεύματος ἐκκόψητε τὴν ἀθέμιτον τοῦ ζήλους ὑμῶν ὀργὴν κατὰ τὴν ἔντευξιν, ἣν ἐποιησάμεθα περὶ εἰρήνης καὶ ὁμονοίας ἐν τῇδε τῇ ἐπιστολῇ. 3. ἐπεμψσαμεν δὲ ἄνδρας πιστοὺς καὶ σώφρονας ἀπὸ νεότητος ἀναστραφέντας ἕως γήρου ἀμέμπτως ἐν ἡμῖν, οἵτινες καὶ μάρτθρες ἔσονται μεταξὺ ὑμῶν καὶ ἡμῶν. 4. τοῦτο δὲ ἐποιήσαμεν, ἵνα εἰδῆτε, ὅτι πᾶσα ἡμῖν φροντὶς καὶ γέγονεν καὶ ἔστιν εἰς τὸ ἐ τάχει ὑμᾶς εἰρηνεῦσαι.
1. 因此,既有这样且如此众多的榜样在前,我们理当低下颈项,站在顺服的位置上,好叫我们止息虚妄的纷争,毫无瑕疵地达到摆在我们面前、在真理中的目标。2. 因为如果你们顺服我们藉着圣灵所写的,就照着我们在这封信中为和平与同心所作的恳求,剪除你们嫉妒中不合宜的怒气;这样,你们就要给我们喜乐和欢欣。3. 我们差遣了忠信而谨慎的人,他们从年少直到老年,在我们中间无可指摘地行事;他们也要在你们和我们之间作见证。4. 我们这样做,是要你们知道,我们一切关切过去和现在都是为使你们尽快和平。
LXIV
六十四
1. Λοιπὸν ὁ παντεπόπτης θεὸς καὶ δεσπότης τῶν πνευμάτων καὶ κυριος πασης σαρκός, ὁ ἐκλεξάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ ἡμᾶς δι’ αὐτοῦ εἰς λαὸν περούσιον, δῴη πάσῃ ψυχῇ ἐπικεκλημένῃ τὸ μεγαλοπρεπὲς καὶ ἅγιον ὄνομα αὐτοῦ πίστιν, φόβον, εἰρηνην, ὑπομονὴν καὶ μακροθυμίαν, ἐγκράτειαν ἁγνείαν, σωφροσύνην, εἰς εὐαρέστησιν τῷ ὀνόματι αὐτοῦ διὰ τοῦ ἀρχιερέως καὶ προστάτου ἡμῶν Ἰησοῦ Χριστου, δι’ οὗ αὐτῷ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ τιμή, καὶ νῦν καὶ εἰς πάντας τοῦς αἰῶνας τῶν αἰώνων. ἀμήν.
1. 愿那监察万有的上帝、诸灵的主、一切肉身的主,就是拣选主耶稣基督,并藉着他拣选我们作自己特别百姓的上帝,赐给每一个呼求他宏伟圣名的灵魂信心、敬畏、平安、忍耐和恒忍、节制、纯洁、谨慎,使他们藉着我们的大祭司和保护者耶稣基督蒙他的名悦纳。藉着他,愿荣耀、威严、权能和尊贵归给上帝,从现在直到永永远远。阿们。
LXV
六十五
1. Τοὺς δὲ ἀπεσταλμένους ἀφ’ ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Οὐαλέριον Βίτωνα σὺν καὶ Φορτουνάτῳ ἐν εἰρήνῃ μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς, ὅπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθητην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλωσιν, εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν.
1. 请你们尽快以平安和喜乐,把我们差去的革老丢·以非布、瓦勒里乌斯·比托,以及福图纳图斯送回我们这里,好叫他们更快把我们所祈求、所渴望的平安与同心报告给我们,使我们也能更快因你们的稳定而欢喜。
2. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν καὶ μετὰ πάντων πανταχη τῶν κεκλημένων ὑπὸ τοῦ θεοῦ δι’ αὐτοῦ, δι’ οὗ αὐτῷ δόξα, τιμή, κράτος καί μεγαλωσύνη, θρόνος αἰώνιος, ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αιώνων. ἀμήν.
2. 愿我们的主耶稣基督的恩典与你们同在,也与各处一切藉着他蒙上帝呼召的人同在。藉着他,愿荣耀、尊贵、权能和威严、永恒宝座归给上帝,从万世以前直到永永远远。阿们。
Ἐπιστολὴ τῶν ῾Ρωμαίων πρὸς τοὺς Κορινθίους.
罗马人致哥林多人的书信。
ΚΛΗΜΕΝΤΟΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
克莱孟致哥林多人书二
I
1. Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστου, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν· καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν. 2. ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν· καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰ ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν. 3. τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὗ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια; 4. τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγορ´ρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν. 5. ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἢ μισθὸν ἀντιμισθίας ὧν ἐλάβομεν; 6. πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων· καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει. 7. ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παρ’ αὐτοῦ. 8. ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.
1. 弟兄们,我们应当这样思想耶稣基督:把他看作上帝,看作审判活人和死人的主;也不应当把我们的救恩看得轻小。2. 因为我们若把他看得轻小,也就盼望领受轻小的事;那些听见这些事却把它们当作小事的人,是在犯罪;我们若不知道自己从哪里蒙召、由谁召来、又被召往何处,也不知道耶稣基督为我们忍受了多少苦难,我们也是在犯罪。3. 那么,我们要给他什么报答呢?或献上什么果子,才配得上他赐给我们的呢?我们又欠他多少圣洁的事呢?4. 因为他把光赐给我们,像父亲称我们为儿子;我们正在灭亡时,他救了我们。5. 那么,我们要给他什么赞美,或以什么报酬回报我们所领受的呢?6. 我们心思昏瞎,敬拜石头、木头、金、银、铜,就是人的作品;我们整个生命不过是死亡。我们被黑暗包围,视线充满这样的雾霭,却照他的旨意除去了围绕我们的云雾,重新看见。7. 因为他怜悯我们,动了慈心,就救了我们;他看见我们里面有许多迷误和灭亡,也看见我们除了从他而来的盼望以外,没有任何得救的盼望。8. 因为他呼召了原本不存在的我们,并愿意使我们从不存在成为存在。
II
1. Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν· στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα. 2. ὃ δὲ εἶπεν· Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει· τας προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν, μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν, 3. ὃ δὲ εἶπεν· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· ἐπεὶ ἔρήμος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν, νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν. 4. καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· 5. τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν. 6. ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα. 7. οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.
1. “不生育的妇人哪,要喜乐;未曾生产之人哪,要爆发欢呼,因为荒凉者的儿女,比有丈夫者的儿女更多。”他说:“不生育的妇人哪,要喜乐”,这是指我们;因为在儿女赐给她以前,我们的教会原是不能生育的。2. 他说:“未曾生产之人哪,要欢呼”,意思是说:我们要单纯地把祷告献给上帝,不要像生产阵痛的人那样灰心。3. 他说:“荒凉者的儿女,比有丈夫者的儿女更多”;因为我们的百姓看似被上帝遗弃,如今我们信了,就比那些看似有上帝的人更多。4. 另一处经文也说:“我来不是召义人,乃是召罪人。”5. 这意思是说,必须拯救那些正在灭亡的人。6. 因为伟大而奇妙的,不是扶持已经站立的,而是扶持正在跌倒的。7. 照样,基督愿意拯救正在灭亡的人;他来了,呼召我们这些已经在灭亡中的人,便救了许多人。
III
1. Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δι’ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας· τίς ἡ γνῶσις ἡ πρὸς αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας· τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δι’ οὗ ἔγνωμεν αὐτόν; 2. λέγει δὲ καὶ αὐτός· Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου. 3. οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δι’ οὗ ἐσώμεν. 4. ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας. 5. λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐα· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
1. 既然他向我们施了如此大的怜悯,首先是使我们这些活人不再向死的神献祭,也不敬拜它们,而是藉着他认识真理的父;那么,对他真正的认识是什么呢?岂不就是不否认那位使我们认识父的主吗?2. 他自己也说:“凡在人面前承认我的,我也要在我父面前承认他。”3. 因此,若我们承认那救我们的主,这就是我们的赏赐。4. 我们用什么承认他呢?就是行他所说的,不违背他的命令;不只用嘴唇尊敬他,也要尽心、尽意尊敬他。5. 他在以赛亚书中也说:“这百姓用嘴唇尊敬我,他们的心却远离我。”
IV
1. Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον· οὐ γὰρ τοῦτο σώσει ἡμᾶς. 2. λέγει γάρ· Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν κικαιοσύνην. 3. ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἐαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς· καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις· 4. καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν. 5. διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος· Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν· Ὑπάγετε ἀπ’ ἐμου, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.
1. 所以,我们不要只称他为主;因为这并不能救我们。2. 因为他说:“凡对我说‘主啊,主啊’的人,不都必得救,惟有行公义的人才必得救。”3. 因此,弟兄们,让我们在行为上承认他,就是彼此相爱,不奸淫,不彼此毁谤,不嫉妒;而要节制、怜悯、良善。我们也应当彼此同受苦难,不贪爱钱财。让我们在这些行为上承认他,而不是在相反的事上承认他。4. 我们不应当更惧怕人,而应当惧怕上帝。5. 因此,你们若行这些事,主说:“你们即使与我一同聚集在我怀中,却不遵行我的命令,我也要丢弃你们,对你们说:离开我吧,我不认识你们,不知道你们从哪里来;你们这些行不法的人。”
V
1. Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιησωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου. 2. λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων. 3. ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει· Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία; 4. εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Μῃ φοβείθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά· καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ το ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός. 5. καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐαπγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου. 6. τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν; 7. ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.
1. 因此,弟兄们,让我们离弃这世界的寄居生活,遵行那召我们者的旨意;也不要害怕离开这世界。2. 因为主说:“你们要像羊羔在狼群中间。”3. 彼得回答他说:“那么,若狼撕裂羊羔呢?”4. 耶稣对彼得说:“羊羔死后,不要惧怕狼;你们也不要惧怕那些杀害你们、却不能再对你们作什么的人;只要惧怕那在你们死后有权柄把灵魂和身体丢进火地狱的主。”5. 弟兄们,你们要知道,这肉身在这世界上的寄居是短暂而片刻的;但基督的应许是伟大而奇妙的,就是将来国度的安息和永恒生命。6. 那么,我们要怎样行才能得着这些呢?岂不是要圣洁公义地生活,把这些属世之物看作外来的,不贪恋它们吗?7. 因为我们若贪求得着这些,就会从公义的道路上跌落。
VI
1. Λέγει δὲ ὁ κύριος· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν. 2. τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ; 3. ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί. 4. οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται. 5. οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι· δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι. 6. οἰόμεθα, ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα. 7. ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν· εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως,ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ. 8. λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ, ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰωβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ. 9. εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἢ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;
1. 主说:“没有仆人能服事两个主人。”我们若想既服事上帝又服事玛门,对我们是无益的。2. 因为人若赚得全世界,却赔上自己的灵魂,有什么益处呢?3. 现今这世代和将来的世代是两个仇敌。4. 这个世代说的是奸淫、败坏、贪财和欺骗;那个世代却弃绝这些。5. 所以我们不能同时作这两者的朋友;我们必须弃绝这个世代,使用那个世代。6. 我们认为,恨恶这里的事是更好的,因为它们微小、短暂、会朽坏;而爱那里的事,就是那些良善、不朽坏的事,才是更好的。7. 因为我们若遵行基督的旨意,就必得着安息;若不然,倘若我们违背他的命令,就没有什么能救我们脱离永刑。8. 圣经在以西结书中也说,即使挪亚、约伯和但以理起来,也不能在被掳中救自己的儿女。9. 若连这样的义人也不能凭自己的公义救自己的儿女,那么,我们若不保守洗礼纯洁无玷污,又凭什么确信进入上帝的国度呢?若我们没有被发现有圣洁公义的行为,谁又会作我们的辩护者呢?
VII
1. Ὥστε οὖν, ἀδελφοί μου, ἀγωισώμεθα εἰδότες, ὅτι ἐν χερσὶν ὁ ἀγὼν καὶ ὅτι εἰς τοὺς φθαρτοὺς ἀγῶνας καταπλέουσιν πολλοί, ἀλλ’ οὐ πάντες στεφανοῦνται, εἰ μὴ οἱ πολλὰ κοπιάσαντες καὶ καλῶς ἀγωνισάμενοι. 2. ἡμεῖς οὖν ἀγωνισώμεθα, ἵνα πάνατες στεφανωθῶμεν. 3. ὥστε θέωμεν τὴν ὁδὸν τὴν εὐθείαν, ἀγῶνα τὸν ἄφθαρτον, καὶ πολλοὶ εἰς στεφανωθῶμεν· καὶ εἰ μὴ δυνάμεθα πάντες στεφανωθῆναι, κἂν ἐγγὺς τοῦ στεφαν´νου γενώμεθα. 4. εἰδέναι ἡμᾶς δεῖ, ὅτι ὁ τὸν φθαρτὸν ἀγῶνα ἀγωνιζόμενος, ἐὰν εὑρεθῇ φθείρων, μαστιγωθεὶς αἴρεται καὶ ἔξω βάλλεται τοῦ σταδίου. 5. τί δοκεῖτε; ὁ τὸν τῆς ἀφθαρσίας ἀγῶνα φθείρας τί παθεῖται; 6. τῶν γὰρ μὴ τηρησάντων, φησίν, τὴν σφραγῖδα ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
1. 所以,我的弟兄们,既知道竞赛已经在我们手中,就让我们竞赛吧;也知道许多人航行前往参加会朽坏的竞赛,却不是所有人都得冠冕,只有那些多多劳苦、善于竞赛的人才得冠冕。2. 因此,我们要竞赛,好使众人都得冠冕。3. 所以,让我们奔跑正直的道路,参加那不朽坏的竞赛;愿许多人进入其中,好使我们得冠冕。若我们不能全都得冠冕,至少也要接近冠冕。4. 我们必须知道,参加会朽坏之竞赛的人,若被发现作弊,就要受鞭打,被带走,赶出赛场。5. 你们想,若有人败坏那不朽坏的竞赛,他将遭受什么呢?6. 因为论到那些没有保守印记的人,经上说:“他们的虫不死,他们的火不灭;他们必成为凡有血肉者观看的景象。”
VIII
1. Ὡς οὖν ἐσμὲν ἐπὶ γῆς, μετανοήσωμεν. 2. πηλὸς γάρ ἐσμεν εἰς τὴν χεῖρα τοῦ τεχνίτου· ὃν τρόπον γὰρ ὁ κεραμεύς, ἐὰν ποιῇ σκεῦος καὶ ἐν ταῖς χερσὶν αὐτοῦ διαστραφῇ ἢ συντριβῇ, πάλιν αὐτὸ ἀναπλάσσει, ἐὰν δὲ προφθάσῃ εἰς τὴν κάμινον τοῦ πυρὸς αὐτὸ βαλεῖν, οὐκέτι βοηθήσει αὐτῷ· οὕτως καὶ ἡμεῖς, ἕως ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, ἐν τῇ σαρκὶ ἃ ἐπράξαμεν πονηρὰ μετανοήσωμεν ἐξ ὅλης τῆς καρδίας, ἵνα σωθῶμεν ὑπὸ τοῦ κυρίου, ἕως ἔχομεν καιρὸν μετανοίας. 3. μετὰ γὰρ τὸ ἐξελθεῖν ἡμᾶς ἐκ τοῦ κόσμου οὐκέτι δυνάμεθα ἐκεῖ ἐξομολογήσασθαι ἢ μεταμοεῖν ἔτι. 4. ὥστε, ἀδελφοί, ποιήσαντες καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάξαντες ληψόμεθα ζωὴν αἰώνιον. 5. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· Εἰ τὸ μικρὸν οὐκ ἐτηρήσατε, τὸ μέγα τίς ὑμῖν δώσει; λέγω γὰρ ὑμῖν, ὅτι ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν. 6. ἆρα οὖν τοῦτο λέγει· τηρήσατε τὴν σάρκα ἁγνὴν καὶ τὴν σφραγῖδα ἄσπιλον, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολάβωμεν.
1. 所以,趁我们还在地上,让我们悔改。2. 因为我们是匠人手中的泥土;正如陶匠制作器皿时,若器皿在他手中扭曲或破碎,他就重新塑造;但若他已经把它投进火炉,就不能再帮助它。照样,我们趁还在这世界、还有悔改的时候,就当为我们在肉身中所行的恶,全心悔改,好蒙主拯救。3. 因为我们离开这世界以后,就不能再在那里认罪或悔改了。4. 所以,弟兄们,我们若遵行父的旨意,保守肉身纯洁,守住主的诫命,就必领受永恒生命。5. 因为主在福音中说:“你们若没有保守小事,谁会把大事给你们呢?我告诉你们,在最小的事上忠心的,在许多事上也忠心。”6. 因此,他所说的是:你们要保守肉身贞洁,保守印记无玷污,好使我们领受永恒生命。
IX
1. Καὶ μὴ λεγέτω τις ὑμῶν, ὅτι αὕτη ἡ σὰρξ οὖ κρίνεται οὐδὲ ἀνίταται. 2. γνῶτε· ἐν τίνι ἐσώθητε, ἐν τίνι ἀνελέψατε, εἰ μὴ ἐν τῇ σαρκὶ ταύτῃ ὄντες; 3. δεῖ οὖν ἡμᾶς ὡς ναὸν θεοῦ φυλάσσειν τὴν σαπρκα· 4. ὃν τρόπον γὰρ ἐν τῇ σαρκὶ ἐκλήθητε, καὶ ἐν τῇ σαρκὶ ἐλεύσεσθε. 5. εἰ Χριστός, ὁ κύριος ὁ σώσας ἡμᾶς, ὢν μὲν τὸ πρῶτον πνεῦμα, ἐγένετο σὰρξ καὶ οὕτως ἡμᾶς ἐκάλεσεν· οὕτως καὶ ἡμεῖς ἐ ταύτῃ τῇ σαρκὶ ἀποληψόμεθα τὸν μισθόν. 6. ἀγαπῶμεν οὖν ἀλλήλους, ὅπως ἔλθωμεν´πάντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 7. ὡς ἔχομεν καιρὸν τοῦ ἰαθῆναι, ἐπιδῶμεν ἑαυτοὺς τῷ θεραπεύοντι θεῷ, ἀντιμισθίαν αὐτῷ διδόντες. 8. ποίαν; τὸ μετανοῆσαι ἐξ εἰλικρινοῦς καρδίας. 9. προγνώστης γάρ ἐστιν τῶν πάντων καὶ εἰδὼς ἡμῶν τὰ ἐν καρδίᾳ. 10. δῶμεν οὖν αὐτῷ αἶνον, μὴ ἀπὸ στόματος μόνον, ἀλλὰ καὶ ἀπὸ καρδίας, ἵνα ἡμᾶς προσδέξηται ὡς υἱούς. 11. καὶ γὰρ εἶπεν ὁ κύριος· Ἀδελφοί μου οὗτοί εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
1. 你们中间不要有人说:这肉身不受审判,也不复活。2. 你们要明白:你们是在哪里得救、在哪里重新得着生命的呢?岂不就是在这肉身之中吗?3. 因此,我们必须保守肉身,如同保守上帝的殿。4. 因为你们怎样在肉身中蒙召,也要怎样在肉身中来到。5. 基督,就是拯救我们的主,起初本是灵,却成为肉身,并这样呼召了我们;照样,我们也要在这肉身中领受赏赐。6. 所以,让我们彼此相爱,好使我们众人进入上帝的国度。7. 趁我们还有得医治的时候,让我们把自己交给医治人的上帝,并把报答献给他。8. 什么报答呢?就是从真诚的心悔改。9. 因为他预先知道万事,也知道我们心里的事。10. 所以,让我们把赞美献给他,不只出于口,也出于心,好使他接纳我们为儿子。11. 因为主也说:“遵行我父旨意的人,就是我的弟兄。”
X
1. Ὥστε, ἀδελφοί μου, ποιήσωμεν τὸ θέλημα τοῦ πατρὸς τοῦ καλέσαντος ἡμᾶς, ἵνα ζήσωμεν, καὶ διώξωμεν μᾶλλον τὴν ἀρετήν, τὴν δὲ κακίαν καταλείψωμεν ὡς προοδοιπόρον τῶν ἁμαρτιῶν ἡμῶν, καὶ φύγωμεν τὴν ἀσέβειαν, μὴ ἡμᾶς καταλάβῃ κακά. 2. ἐὰν γὰρ σπουδάσωμεν ἀγαθοποιεῖν, διώξεται ἡμᾶς εἰρήνη. 3. διὰ ταύτην γὰρ τὴν αἰτίαν οὐκ ἔστιν εὑρεῖν ἄνθρωπον, οἵτινες παράγουσι φόβους ἀνθρωπίνους, προῃρημένοι μᾶλλον τὴν ἐνθάδε ἀπόλαυσιν ἢ τὴν μέλλουσαν ἐπαγγελίαν. 4. ἀγνοοῦσιν γὰρ ἡλίκην ἔχει βάσανον ἡ ἐνθάδε ἀπόλαυσις, καὶ οἵαν τρυφὴν ἔχει ἡ μέλλουσα ἐπαγγελία. 5. καὶ εἰ μὲν αὐτοὶ μόνοι ταῦτα ἔπρασσον, ἀνεκτὸν ἦν· νῦν δὲ ἐπιμένουσιν κακοδιδασκαλοῦντες τὰς ἀναιτίους ψυχάς, οὐκ εἰδότες, ὅτι δισσὴν ἕξουσιν τὴν κρίσιν, αὐτοί τε καὶ οἱ ἀκούοντες αὐτῶν.
1. 所以,我的弟兄们,让我们遵行召我们之父的旨意,好使我们得生命;更要追求美德,把恶弃绝,如同弃绝我们罪的先行者;也要逃避不敬虔,免得祸患追上我们。2. 因为我们若殷勤行善,平安就必追随我们。3. 正因如此,人无法找到这样的人,就是那些引来人的恐惧、宁愿选择今世享乐而不选择将来应许的人。4. 因为他们不知道今世享乐有何等大的折磨,也不知道将来的应许有何等的丰美。5. 若只有他们自己这样行,尚且可以忍受;但如今他们还持续以恶教训无辜的灵魂,不知道他们自己和听从他们的人都要受双重审判。
XI
十一
1. Ἡμεῖς οὖν ἐν καθαρᾷ καρδίᾳ δουλεύσωμεν τῷ θεῷ, καὶ ἐσόμεθα δίκαιοι· ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα. 2. λέγει γὰρ καὶ ὁ προφητικὸς λόγος· Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες· Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν. 3. ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ· λάβετε ἄμπελον· πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα. 4. οὕτως καὶ ὁ λαός μου ἀκαταστασίας καὶ θλίψεις ἔσχεν· ἔπειτα ἀπολήψεται τὰ ἀγαθά. 5. ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα. 6. πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθιας ἀποδιδόναι ἑκάστῳ τῶν ἔργων αὐτοῦ. 7. ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἃς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
1. 因此,我们要以清洁的心服事上帝,就必成为义人;但若我们因不信上帝的应许而不服事他,就必成为可怜的人。2. 因为先知的话也说:“可怜的是心怀二意的人,就是心里疑惑的人;他们说:这些事我们早已听见,在我们祖宗的日子也听见了;我们日复一日地等候,却没有看见其中任何事。3. 愚昧的人哪,你们拿自己同树木相比吧。看看葡萄树:起初落叶,然后发芽,随后结出酸葡萄,最后成熟的葡萄出现。4. 照样,我的百姓也经历动荡和患难;然后他们必领受美善之物。”5. 所以,我的弟兄们,我们不要心怀二意,而要怀着盼望忍耐,好使我们也得着赏赐。6. 因为那应许照各人的行为赐下报偿者是信实的。7. 因此,我们若在上帝面前行公义,就必进入他的国度,并领受那些“耳未曾听见,眼未曾看见,人心也未曾想到”的应许。
XII
十二
1. Ἐκδεχόμεθα οὖν καθ’ ὥραν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, ἐπειδὴ οὐκ οἴδαμεν τὴν ἡμέραν τῆς ἐπιφανείας τοῦ θεου. 2. ἐπερωτηθεὶς γὰρ αὐτὸς ὁ κύριος ὑπό τινος, πότε ἥξει αὐτοῦ ἡ βασιλεία, εἶπεν· Ὅταν ἔσται τὰ δύο ἕν, καὶ τὸ ἔξω ὡς τὸ ἔσω, καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας οὔτε ἄρσεν οὔτε θῆλυ. 3. τὰ δύο δὲ ἕν ἐστιν, ὅταν λαλῶμεν ἑαυτοῖς ἀλήθειαν καὶ ἐν δυσὶ σώμασιν ἀνυποκρίτως εἴη μία ψυχή, 4. καὶ τὸ ἔξω ὡς τὸ ἔσω, τοῦτο λέγει· τὴν ψυχὴν λέγει τὸ ἔσω, τὸ δὲ ἔξω τὸ σώμα λέγει· ὃν τρόπον οὖν σου τὸ σῶμα φαίνεται, οὕτως καὶ ἡ ψυχή σου δῆλος ἔστω ἐν τοῖς καλοῖς ἔργοις. 5. καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας, οὔτε ἄρσεν οὔτε θῆλυ, ταῦτο λέγει· ἵνα ἀδελφὸς ἰδὼν ἀδελφὴν οὐδὲν φρονῇ περὶ αὐτῆς θηλυκόν, μηδ` φρονῇ τι περὶ αὐτοῦ ἀρσενικόν. 6. ταῦτα ὑμῶν ποιούτων, φησίν, ἐλεύσεται ἡ βασιλεία τοῦ πατρός μου.
1. 因此,我们要时时在爱与公义中等候上帝的国度,因为我们不知道上帝显现的日子。2. 因为主自己曾被某人问到他的国度何时来到,他说:“当二者成为一,外面的如同里面的,男与女既非男也非女时。”3. “二者成为一”,就是当我们彼此说真话,并且在两个身体里毫无虚伪地有一个灵魂时。4. “外面的如同里面的”,他说的是:里面指灵魂,外面指身体;所以,你的身体怎样显明,你的灵魂也当这样在善行中显明。5. “男与女既非男也非女”,他说的是:弟兄看见姊妹时,不要对她存任何女性方面的念头;姊妹看见弟兄时,也不要对他存任何男性方面的念头。6. 你们若行这些事,他说:“我父的国度就要来到。”
XIII
十三
1. Ἀδελφοὶ οὖν, ἤδη ποτὲ μετανήσωμεν, νήψωμεν ἐπὶ τὸ ἀγαθόν· μεστοὶ γάρ ἐσμεν πολλῆς ἀνοίας καὶ´πονηρίας. ἐξαλείψωμεν ἀφ’ ἡμῶν τὰ πρότερα ἁμαρτήματα καὶ μετανοήσαντες ἐκ ψυχῆς σωθῶμεν, καὶ μὴ γινώμεθα ἀνθρωπάρεσκοι μηδὲ θέλωμεν μόνον ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ καὶ τοῖς ἔξω ἀνθρώποις ἐπὶ τῇ δικαιοσύνῃ, ἵνα τὸ ὄνομα δι’ ἡμᾶς μὴ βλασφημῆται. 2. λέγει γὰρ ὁ κύριος· Διὰ παντὸς τὸ ὀνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν· Οὐαὶ δι’ ὃν βλασφημεῖται τὸ ὀνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι. 3. τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει· ἔπειτα καταματων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην. 4. ὅταν ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς· ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν τὴν ὑπερβολὴν τῆς ἀγαθότητος· ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλ’ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.
1. 所以,弟兄们,让我们终于悔改,向善警醒;因为我们充满了许多愚昧和邪恶。让我们从自己身上除去从前的罪,从心里悔改而得救;不要成为讨人喜欢的人,也不要只想讨自己喜欢,而要因公义也使外面的人喜悦,免得那名因我们受亵渎。2. 因为主说:“我的名在万民中常受亵渎”;又说:“那使我的名受亵渎的人有祸了。”它在什么事上受亵渎呢?就是在你们不行我所愿意的事上。3. 因为外邦人从我们口中听见上帝的圣言,就惊叹其美善和伟大;随后发现我们的行为配不上我们所说的话,于是转而亵渎,说这不过是某种神话和迷误。4. 例如他们听见我们说:“你们若爱那些爱你们的人,有什么赏赐呢?但你们若爱仇敌和恨你们的人,就有恩典给你们。”他们听见这些话,就惊叹这善良的卓越;但当他们看见我们不但不爱恨我们的人,甚至也不爱那些爱我们的人,就讥笑我们,那名也就受亵渎。
XIV
十四
Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης· Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν. 2. οὖκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ· λέγει γὰρ ἡ γραφή· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἄρσεν καὶ θῆλυ· τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία· καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶνι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ’ ἐσχάτων τῶν ἡμέρῶν, ἵνα ἡμᾶς σώσῃ. 3. ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ ἁγίῳ· ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος· οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί· τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε. 4. εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν, ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὁ ἐστιν ὁ Χριστός. 5. τοσαύτην δύναται ἡ σὰρξ αὕτη μεταλαβεῖν ζωὴν καὶ ἀφθαρίαν κολληθέντος αὐτῇ τοῦ πνεύματος τοῦ ἁγίου, οὐτε, ἐξειπεῖν τις δύναται οὔτε λαλῆσαι ἃ ἡτοίμασεν ὁ κύριος τοῖς ἐκλεκτοῖς αὐτοῦ.
1. 所以,弟兄们,我们若遵行我们父上帝的旨意,就属于那最初的、属灵的、在日月以前受造的教会;但我们若不遵行主的旨意,就会属于那经上所说的:“我的殿成了贼窝。”因此,让我们选择属于生命的教会,好使我们得救。2. 我想你们并非不知道,活的教会就是基督的身体;因为经上说:“上帝造人,有男有女。”男的是基督,女的是教会。并且众书卷和使徒都说,教会不是现在才有,而是从起初就有;因为她本是属灵的,正如我们的耶稣也是属灵的,却在末后的日子显现,为要拯救我们。3. 教会虽是属灵的,却在基督的肉身中显现,向我们表明:我们若有人在肉身中保守她、不毁坏她,就必在圣灵中领受她;因为这肉身是灵的副本。所以,毁坏副本的人,没有人会领受原本。因此,弟兄们,这话的意思是:你们要保守肉身,好使你们领受圣灵。4. 若我们说肉身就是教会,灵就是基督,那么凌辱肉身的人,就是凌辱了教会。这样的人就不能领受那灵,就是基督。5. 这肉身与圣灵联合时,能够领受如此大的生命和不朽坏;主为他选民所预备的,无人能够述说,也无人能够言尽。
XV
十五
1. Οὐκ οἴομαι δέ, ὅτι μικρὰν συμβουλίαν ἐποιησάμην περὶ ἐγκρατείας, ἣν ποιήσας τις οὐ μετανοήσει, ἀλλὰ καὶ ἑαυτὸν σώσει κἀμὲ τὸν συμβουλεύσαντα. μισθὸς γὰρ οὔκ ἐστιν μικρὸς πλανωμένην ψυχὴν καὶ ἀπολλυμένην ἀποστρέψαι εἰς τὸ σωθῆναι. 2. ταύτην γὰρ ἔχομεν τὴν ἀντιμισθίαν ἀποδοῦναι τῷ θεῷ τῷ κτίσαντι ἡμᾶς, ἐὰν ὁ λέγων καὶ ἀκούων μετὰ πίστεως καὶ ἀγάπης καὶ λέγῃ καὶ ἀκούῃ. 3. ἐμμείνωμεν οὖν ἐφ’ οἷς ἐπιστεύσαμεν δίκαιοι καὶ ὅσιοι, ἵνα μετὰ παρρησίας αἰτῶμεν τὸν θεὸν τὸν λέγοντα· Ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι. 4. τοῦτο γὰρ τὸ ῥῆμα μεγάλης ἐστιν ἐπαγγελίας σημεῖον· ἑτοιμότερον γὰρ ἑαυτὸν λέγει ὁ κύριος εἰς τὸ διδόναι τοῦ αἰτοῦντος. 5. τοσαύτης οὖν χρηστότητος μεταλαμβάνοντες μὴ φθονήσωμεν ἑαυτοῖς τυχεῖν τοσούτων ἀγαθῶν. ὅσην γὰρ ἡδονὴν ἔχει τὰ ῥήματα ταῦτα τοῖς ποιήσασιν αὐτά, τοσαύτην κατάκρισιν ἔχει τοῖς παρακούσασιν.
1. 我并不认为自己关于节制所作的劝勉是小事;若有人实行,就不会后悔,反要救自己,也救我这劝勉的人。因为使一个迷失、正在灭亡的灵魂回转而得救,其赏赐并不小。2. 若说的人和听的人都凭信心和爱来说、来听,这就是我们能够献给创造我们的上帝的报答。3. 因此,让我们持守我们所信的事,作公义圣洁的人,好使我们坦然无惧地祈求那位上帝;他说:“你还说话的时候,我就要说:看哪,我在这里。”4. 因为这句话是伟大应许的记号;主说,他自己比祈求的人更预备好要赐下。5. 既然我们领受如此大的恩慈,就不要嫉妒自己得着这么多美善之物。因为这些话给遵行的人带来多少喜乐,也给悖逆的人带来多少定罪。
XVI
十六
1. Ὥστε, ἀδελφοί, ἀφορμὴν λαβόντες οὐ μιδρὰν εἰς τὸ μεταμοῆσαι, καιρὸν ἔχοντες ἐπιστρέψωμεν ἐπὶ τὸν καλέσαι ἡμᾶς θεόν, ἕως ἔτι ἔχομεν τὸν παραδεχόμενον ἡμᾶς. 2. ἐὰν γὰρ ταῖς ἡδυπαθείαις ταύταις ἀποταξώμεθα καὶ τὴν ψυχὴν ἡμῶν νικήσωμεν ἐν τῷ μὴ ποιεῖν τὰς ἐπιθυμίας αὐτῆς τὰς πονηράς, μεταληψόμεθα τοῦ ἐλέους Ἰησοῦ. 3. γινώσκετε δέ, ὅτι ἔρχεται ἤδη ἡ ἡμέρα τῆς κρίσεως ὡς κλίβανος καιόμενος, καὶ τακήσονταί τινες τῶν οὐρανῶν καὶ πᾶσα ἡ γῆ ὡς μόλιβος ἐπὶ πυρὶ τηκόμενος· καὶ τότε φανήσεται τὰ κρύφια καὶ φανερὰ ἔργα τῶν ἀνθρώπων. 4. καλὸν οὖν ἐλεημοσύνη ὡς μετάνοια ἁμαρτίας· κρείσσων νηστεία προσευχῆς, ἐλεημοσύνη δὲ ἀμφοτέρων· ἀγάπη δὲ καλύπτει πλῆθος ἁμαρτιῶν, προσευχὴ δὲ ἐκ καλῆς συνειδήσεως ἐκ θανάτου ῥύεται. μακάριος πᾶς ὁ εὑρεθεὶς ἐν τούτοις πλήρης· ἐλεημοσύνη γὰρ κούφισμα ἁμαρτίας γίνεται.
1. 所以,弟兄们,既然我们得着并不小的悔改机会,并且还有时候,就当归向那召我们的上帝,趁我们仍有那接纳我们的主。2. 因为我们若向这些享乐告别,并胜过自己的灵魂,不去实行它邪恶的私欲,就必有分于耶稣的怜悯。3. 你们知道,审判的日子已经来到,如同燃烧的炉;诸天有些要熔化,整个大地要像铅在火上熔化;那时,人的隐秘和显明的行为都要显露出来。4. 因此,施舍作为为罪悔改是美好的;禁食胜过祷告,施舍又胜过二者;爱遮掩许多罪,而出于美好良心的祷告能救人脱离死亡。凡被发现满有这些事的人都是有福的;因为施舍能成为罪的减轻。
XVII
十七
1. Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας, ἵνα μή τις ἡμῶν παραπόληται. εἰ γὰρ ἐντολὰς ἔχομεν, ἵνα καὶ τοῦτο πράσσωμεν, ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν, πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι; 2. συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν, ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν. 3. καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων, ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν, μνημονηεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν, ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου, ἵνα´πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν· 4. εἶπεν γὰρ ὁ κύριος· Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθθνη, φυλὰς καὶ γλώσσας· τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς, ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ. 5. καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι, και ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ, λέγοντες· Οὐαὶ ἡμῖν, ὅτι σὺ ἦς, καὶ οὐκ ᾔδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν. καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. 6. τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως, ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ Χριστοῦ. 7. οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ὑδυπαθείας τῆς ψυχῆς, ὅταν θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν, ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες, ὅτι ἔστα ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας.
1. 因此,让我们全心悔改,免得我们中间有人灭亡。因为我们既有诫命,要实行这事,就是把人从偶像那里拉回来并教导他们,那么,一个已经认识上帝的灵魂,就更不应当灭亡了。2. 所以,让我们彼此帮助,也扶起软弱的人归向良善,好使我们众人都得救;让我们彼此劝回、彼此劝戒。3. 不要只是在长老劝戒我们的时候,才显得相信并留心;就是我们回到家中,也要记念主的命令,不要被属世的私欲拉向相反方向;反要更频繁地聚集,努力在主的诫命上长进,好使我们众人同心合意,聚集归向生命。4. 因为主说:“我来要聚集万国、各族和各方言。”这是指他显现的日子;那时他要来救赎我们,照各人的行为报应各人。5. 不信的人要看见他的荣耀和权能;他们看见世界的国权在耶稣里面,就要惊奇,说:“我们有祸了!原来你就是那一位,我们却不知道,也不信,也不顺服那些向我们宣告救恩的长老。”并且“他们的虫不死,他们的火不灭;他们必成为凡有血肉者观看的景象。”6. 他说的是那审判的日子;那时,他们要看见我们中间那些行不敬虔、轻看耶稣基督诫命的人。7. 义人行善,忍受折磨,恨恶灵魂的享乐;当他们看见那些偏离正道、以言语或行为否认耶稣的人怎样在不灭的火中受可怕折磨时,就要将荣耀归给他们的上帝,说:“那全心服事上帝的人必有盼望。”
XVIII
十八
1. Καὶ ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαρετούντων, δεδουλευκότων τῷ θεῷ, καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν. 2. καὶ γὰρ αὐτὸς πανθαμαρτωλὸς ὢν καὶ μήπω φυγὼν τὸν πειρασμόν, ἀλλ’ ἔτι ὢν ἐν μέσοις τοῖς ὀργάνοις τοῦ διαβόλου σπουδάζω τὴν δικαιοωύνην διώκειν, ὅπως ἰσχύσω κἂν ἐγγὺς αὐτῆς γενέσθαι, φοβούμενος τὴν κρίσιν τὴν μέλλουσαν.
1. 所以,我们也要成为那些献上感谢、服事上帝的人,不要属于那些受审判的不敬虔者。2. 因为我自己虽是满身罪恶的人,尚未逃离试探,仍处在魔鬼的器具中间,也努力追求公义,好使我至少能够接近它;我惧怕那将来的审判。
XIX
十九
1. Ὥστε, ἀδελφοὶ καὶ ἀδελφαί, μετὰ τὸν θεὸν τῆς ἀληθείας ἀναγινώσκω ὑμῖν ἔντευξιν εἰς τὸ προσέχειν τοῖς γεγραμμένοις, ἵνα καὶ ἑαυτοὺς σώσητε καὶ τὸν ἀναγινώσκοντα ἐν ὑμῖν. μισθὸν γὰρ αἰτῶ ὑμᾶς τὸ μετανοῆσαι ἐξ ὅλης καρδίας, σωτηρίαν ἑαυτοῖς καὶ ζωὴν διδόντας. τοῦτο γὰρ ποιήσαντες σκοπὸν πᾶσιν τοῖς νέοις θήσομεν, τοῖς βουλομένοις περὶ τὴν εὐσέβειαν καὶ τὴν χρηστότητα τοῦ θεοῦ φιλοπονεῖν. 2. καὶ μὴ ἀηδῶς ἔχωμεν καὶ ἀγανακτῶμεν οἱ ἄσοφοι, ὅταν τις ἡμᾶς νουθετῇ καὶ ἐπιστρέφῃ ἀπὸ τῆς ἀδικίας εἰς τὴν δικαιοσύνην. ἐνίοτε γὰρ πονηρὰ πράσσοντες οὐ γινώσκομεν διὰ τὴν διψυχίαν καὶ ἀπιστίαν τὴν ἐνοῦσαν ἐν τοῖς στήθεσιν ἡμῶν, καὶ ἐσκοτίσμεθα τὴν διάνοιαν ὑπὸ τῶν ἐπιθυμιῶν τῶν ματαίων. 3. πράξωμεν οὖν τὴν δικαιοφύνην, ἵνα εἰς τέλος σωθῶμεν. μακάριοι οἱ τούτοις ὑπακούοντες τοῖς προστάγμασιν· κἂν ὀλίγον χρόνον κακοπαθήσωσιν ἐν τῷ κόσμῳ τούτῳ, τὸν ἀθάνατον τῆς ἀναστάσεως καρπὸν τρυγήσουσιν. 4. μὴ οὖν λυπείσθω ὁ εὐσεβής, ἐὰν ἐπὶ τοῖς νῦν χρόνος· ἐκεῖνος ἄνω μετὰ τῶν πατέρων ἀναβιώσας εὐφρανθήσεται εἰς τὸν ἀλύπητον αἰῶνα.
1. 所以,弟兄姊妹们,在真理的上帝之后,我把这劝勉读给你们听,是要你们留心所写的话,好使你们救自己,也救那在你们中间诵读的人。因为我向你们所求的赏赐,就是全心悔改,把救恩和生命给自己。我们若这样行,就会为所有年轻人设立目标,就是为那些愿意在敬虔和上帝恩慈上勤勉劳苦的人。2. 我们这些无智慧的人,当有人劝戒我们、使我们从不义转向公义时,不要厌烦,也不要愤怒。因为有时候我们行恶却不知道,这是由于我们胸中存着心怀二意和不信;我们的心思也被虚妄的私欲弄昏暗了。3. 因此,让我们行公义,好使我们到底得救。听从这些命令的人有福了;他们即使在这世界暂时受苦,也必收取复活那不朽坏的果子。4. 所以,敬虔的人若在现今的时候受苦,不要忧伤;他在上面与众父一同复活之后,必在没有忧伤的永世中欢喜。
XX
二十
1. Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους. 2. πιστεύωμεν οὖν, ἀδελφοὶ καὶ ἀδελφαί· θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ, ἵνα τῷ μέλλοντι στεφανωθῶμεν. 3. οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ’ ἐκδέχεται αυτόν. 4. εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου, εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν· ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὂν δίκαιον, καὶ ἐβάρυνεν δεσμοῖς. 5. Τῷ μόνῳ θεῷ ἀοράτῳ, πατρὶ τῆς ἀληθείας, τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας, δι’ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Κλήμεντος πρὸς Κορινθίους ἐπιστολὴ β̅.
1. 但还有一件事,不要搅扰你们的心思,就是我们看见不义的人富足,而上帝的仆人受困苦。2. 所以,弟兄姊妹们,让我们相信:我们是在活上帝的试炼中竞技,并在现今的生命里受操练,好使我们在将来得冠冕。3. 义人中没有人立刻领受果子,乃是等候它。4. 因为若上帝很快就把义人的赏赐给出,我们立刻就会经营买卖,而不是敬拜上帝;我们看似是义人,却不是追求敬虔,而是追求利益。因此,神圣的审判伤害了那不义的灵,并以锁链加重了它。5. 愿荣耀归给独一不可见的上帝、真理的父;他差遣救主和不朽坏的元首给我们,藉着他也向我们显明真理和天上的生命。愿荣耀归给他,直到世世代代。阿们。革利免致哥林多人书信第二。