译名对照

中文原文英文参照
伊格那丢ἸγνάτιοςIgnatius
安提阿ἈντιόχειαAntioch
以弗所ἜφεσοςEphesus
士每拿ΣμύρναSmyrna
坡旅甲ΠολύκαρποςPolycarp
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΙΓΝΑΤΙΟΣ
伊格那丢致以弗所人书
Ἰγνάτιος ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι, τῇ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς εἰς δόξαν παράμονον ἄτρεπτον, ἡνωμένῃ καὶ ἐκλελεγμένῃ ἐν πάθει ἀληθινῷ, ἐν θελήματι τοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, τῇ ἐκκλησίᾳ τῇ ἀξιομακρίστῳ, τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας, πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν.
伊格那丢,又名“载神者”,致那在父上帝伟大丰满中蒙福、在万世以前被预定常存不变而归于荣耀、在真实受难中联合并蒙拣选、照父和我们的上帝耶稣基督旨意而立、最配称颂、位于亚细亚以弗所的教会:在耶稣基督里,并在无玷污的喜乐中,多多问安。
I
1. Ἀποδεξάμενος ἐν θεῷ τὸ πολθαγάπητόν σου ὀνομα, ὃ κέτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ, τῷ σωτῆρι ἡμων· μιμηταὶ ὄντες θεοῦ, ἀναζωπυρήσαντες ἐν αἵματι θεοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε· 2. ακούσαντες γὰρ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ τοῦ κοινοῦ ὀνόματος καὶ ἐλπίδος, ἐλπίζοντα τῇ προσευχῇῃ¨ ὑμων ἐπιτυχεῖν ἐν ῾Ρώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ ἐπιτυχεῖν δυνηθῶ μαθητὴς εἶναι, ἰδεῖν ἐσπουδάσατε· 3. ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμων ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐν ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὃν εὔχομαι κατὰ Ἰησοῦν Χριστὸν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμας αὐγῷ ἐν ὁμοιότητι εἶναι. εὐλογητὸς γὰρ ὁ χαρισάμενος ὑμῖν ἀξίοις οὖσι τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι.
1. 我在上帝里领受了你们大蒙爱的名,这名是你们照信心和爱,在我们的救主基督耶稣里,凭公义的本性所得着的。你们既效法上帝,又在上帝的血里重新点燃了那同族相亲的事,就完全成全了它。2. 因为你们听见我为共同的名和盼望,从叙利亚被捆绑而来,并盼望藉着你们的祷告在罗马得以与野兽搏斗,好使我因得着这事而能够作门徒,就急切地想见我。3. 因此,我在上帝的名里,藉着阿尼西母接待了你们众人;他在爱里不可言喻,也是你们的主教。我祈愿你们照耶稣基督爱他,并且你们众人都在样式上与他相同。因为上帝是可称颂的,他赐给你们,使你们这些配得的人拥有这样一位主教。
II
1. Περὶ δὲ τοῦ συνδούλου μου Βούρρου, τοῦ κατὰ θεὸν διακόνου ὑμῶν ἐν πᾶσιν εὐλογημένου, εὔχομαι παραμεῖναι αὐτὸν εἰς τιμὴν ὑμῶν καὶ τοῦ ἐπισκόπου· καὶ Κρόκος δέ, ὁ θεοῦ ἄξιος καὶ ὑμῶν, ὃν ἐξεμπλάριον τῆς ἀφ’ ὑμῶν ἀγάπης ἀπέλαβον, κατὰ πάντα με ἀνέπαυσεν, ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ Χριστοῦ ἀναψύξαι, ἁμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλῳ καὶ Φρόντωνι, δι’ ὧν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον. 2. ὀναίμην ὑμῶν διὰ παντός, ἐάνπερ ἄξιος ὦ. πρέπον οὖν ἐστὶν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς, ἵνα ἐν μιᾷ ὑποταγῇ κατηρτισμένοι, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, κατὰ πάντα ἦτε ἡγιασμένοι.
1. 至于我的同仆布鲁斯,他按着上帝作你们的执事,在凡事上蒙福;我祈愿他留下来,为你们和主教的尊荣。还有克罗库斯,他配得上帝,也配得你们;我把他当作从你们而来的爱的榜样接待,他在凡事上使我得安慰。愿耶稣基督的父也使他得舒畅,并同阿尼西母、布鲁斯、优普路和弗朗托一起得舒畅;我藉着他们,按着爱看见了你们众人。2. 我愿常常因你们得益处,只要我配得。因此,你们理当以各种方式荣耀那荣耀你们的耶稣基督,好使你们在同一顺服中被成全,顺服主教和长老团,在凡事上都成为圣洁。
III
1. Οὐ διατάσσομαι ὑμῖν ὡς τις. εἰ γὰρ καὶ δέδεμαι ἐν τῷ ὀνόματι, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ· νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι, καὶ προσλαλῶ ὑμῖν ὡς συνδιδασκαλίταις μου. ἐμὲ γὰρ ἔδει ὑφ’ ὑμῶν ὑπαλειφθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίὰ. 2. ἀλλ’ ἐπεὶ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστός, τὸ ἀδιάκριτον ἡμῶν ζῆν, τοῦ πατρὸς ἡ γνώμη, ὡς καὶ οἱ ἐπίσκοποι, οἱ κατὰ τὰ πέρατα ὁρισθέντες, ἐν Ἰησοῦ Χριστοῦ γνώμῃ εἰσίν.
1. 我不是像什么人物一样给你们下命令。因为我虽然为那名被捆绑,却还没有在耶稣基督里得以完全;如今我才开始作门徒,也把你们当作同作门徒的人对你们说话。其实,我本该由你们用信心、劝戒、忍耐和恒久忍耐来膏抹。2. 但爱不容我为你们沉默;因此我先劝你们,要与上帝的心意一同奔跑。因为耶稣基督,就是我们不可分割的生命,乃是父的心意;照样,那些被设立直到地极的主教,也都在耶稣基督的心意里。
IV
1. Ὅθεν πρέπει ὑμῖν συντρέχειν τῇ τοῦ ἐπι-σκόπου γνώμῃ ὅπερ καὶ ποιεῖτε. τὸ γὰρ ἀξιονόμαστον ὑμῶν πρεσβυτέριον, τοῦ θεοῦ ἄξιον, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ. διὰ τοῦτο ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ συμφώνῳ ἀγάπῃ Ἰησοῦς Χριστὸς ἄδεται. 2. καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γίνεθε, ἵνα σύμωνοι ὄντες ἐν ὁμονοίᾳ, χρῶμα θεοῦ λαβόντες ἐν ἑνότητι, ᾄδητε ἐν φωνῇ μιᾷ διὰ Ἰησοῦ Χριστοῦ τῷ πατρί, ἵνα ὑμῶν καὶ ἀκούσῃ καὶ ἐπιγινώσκῃ, δι’ ὧν εὖ πράσσετε, μέλη ὄντας τοῦ υἱοῦ αὐτοῦ. χρήσιμον οὖν ἐστὶν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι εἶναι, ἵνα καὶ θεοῦ πάντοτε μετέχητε.
1. 因此,你们理当与主教的心意一同奔跑,这也是你们正在行的。因为你们那配得称名、配得上帝的长老团,与主教如此调和,如同琴弦与竖琴相配。因此,在你们的同心和和谐的爱中,耶稣基督被歌颂。2. 你们每一个人也都要成为合唱队,好使你们在同心中和谐一致,在合一中领受上帝的音调,藉着耶稣基督用同一个声音向父歌唱;这样,他既听见你们,也因你们所行的善,认出你们是他儿子的肢体。因此,你们处在无玷污的合一中是有益的,好使你们也常常有分于上帝。
V
1. Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἐγκεκραμένους οὕτως, ὡς ἡ ἐκκλησία Ἰησοῦ Χριστῷ, καὶ ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ῇ; 2. μηδεὶς πλανάσθω· ἐὰν μὴ τις ᾖ ἐντος τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας; 3. ὁ οὖν μὴ ἐρχομενος ἐπί τὸ αὐτὸ οὗτος ἤδη ὑπερηφανει καὶ ἑαυτὸν διέκρινεν. γέγραπται γάρ· Ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, σπουδάσωμεν οὖν μὴ ἀντιτάσσεσθαι τῷ ἐπι-σκόπῳ, ἵνα ὦμεν θεῷ ὑποτασσόμενοι.
1. 因为我在短时间内与你们的主教有了这样的交往,这交往不是属人的,而是属灵的;那么,我更何等称你们为有福,因为你们如此与他调和,如同教会与耶稣基督调和,耶稣基督与父调和,好使万事在合一中和谐一致。2. 谁也不要受迷惑:若有人不在祭坛里面,他就缺少上帝的饼。因为若一两个人的祷告有这样大的力量,那么主教和全教会的祷告岂不更大吗?3. 所以,那不一同聚集的人已经骄傲,并且把自己分别出去了。因为经上记着:“上帝抵挡骄傲的人。”所以,让我们殷勤不抵挡主教,好使我们顺服上帝。
VI
1. Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλειόνως αὐτὸν φοβείσθω· πάντα γάρ, ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ἡμᾶς αὐτὸν δέχεχθαι, ὡς αὐτὸν τὸν πέμψαντα. τὸν οὖν ἐπίσκοπον δῆλον ὅτι ὡς αὐτὸν κύριον δεῖ προσβλέπειν. 2. αὐτὸς μὲν οὖν Ὀνήσιμος ὑπερ-επαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἴρεσις καοικεῖ· ἀλλ’ οὐδὲ ἀκούετέ τινος πλέον, ἢ περὶ Ἰησοῦ Χριστοῦ λαλοῦντος ἐν ἀληθείᾳ.
1. 人越看见主教沉默,就越应当敬畏他;因为凡家主差遣来管理自己家务的人,我们都应当接待他,如同接待那差遣他的人。因此,显然我们应当注视主教,如同注视主自己。2. 阿尼西母本人极力称赞你们在上帝里的良好秩序,因为你们众人都按真理生活,并且没有任何异端住在你们中间;你们也不听任何人,除非他是在真理中讲论耶稣基督。
VII
1. Εἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ· οὒς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν· εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φθλάσσεσθαι ὄντας δυσθεραπεύτος. 2. εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαριας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.
1. 因为有些人惯常以邪恶诡诈带着那名到处走,却行某些不配上帝的事;你们必须避开他们,如同避开野兽。因为他们是狂犬,暗中咬人;你们必须防备他们,因为他们难以医治。2. 只有一位医生,既属肉身又属灵,既受生又非受生,在人里面是上帝,在死亡中是真生命,既出于马利亚又出于上帝,先能受苦,后来不能受苦,就是我们的主耶稣基督。
VIII
1. Μὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε, ὅλοι ὄντες θεοῦ. ὅταν γὰρ μηδεμία ἔρις ἐνήρεισται ἐν ὑμῖν ἡ δυναμένη ὑμᾶς βασανίσαι, ἄρα κατὰ θεὸν ζῆτε. περίψημα ὑμῶν καὶ ἁγνίζομαι ὑμῶν Ἐφεσίων, ἐκκλησίας τῆς διαβοή-του τοῖς αἰῶσιν. 2. οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύναται, οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥσπερ οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδε ἡ ἀπιστία τὰ τῆς πίστεως. ἃ δὲ καὶ κατὰ σάρκα πράσσετε, ταῦτα πνευματικά ἐστιν· ἐν Ἰησοῦ γὰρ Χριστῷ πάντα πράσσετε.
1. 所以,不要让任何人欺骗你们,正如你们也没有受欺骗,因为你们全然属于上帝。因为当你们中间没有任何能折磨你们的纷争扎根时,你们就是按上帝生活。以弗所人哪,我是你们的赎价,也因你们得洁净;你们是历世闻名的教会。2. 属肉体的人不能行属灵的事,属灵的人也不能行属肉体的事,正如信心不能行不信的事,不信也不能行信心的事。然而你们即使按肉身所行的事,也是属灵的;因为你们在耶稣基督里行一切事。
IX
1. Ἔγνων δὲ παροδεύσαντάς τινας ἐκεῖθεν, ἔχον-τας κακὴν διδαχήν· οὓς οὐκ εἰάσατε σπεῖραι εἰς ὑμᾶς, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὰ σπειρόμενα ὑπ’ αὐτῶν, ὡς ὄντες λίθοι ναοῦ πατρός, ἡτοιμασμένοι εἰς οἰκοδομὴν θεοῦ πατρός, αναφερόμενοι εἰς τὰ ὕψη διὰ τῆς μηχανῆς Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σταυρός, σψοινίῳ ψρώμενοι τῷ πνεύματι τῷ ἁγίῳ· ἡ δὲ πίστις ὑμῶν ἀναγωγεὺς ὑμῶν, ἡ δὲ ἀγάπη ὁδὸς ἡ ἀναφέρουσα εἰς θεόν. 2. ἐστὲ οὖν καὶ σύνοδοι πάντες, θεοφόροι καὶ ναοφόροι, χριστοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐντολαῖς Ἰησοῦ Χριστοῦ· οἷς καὶ ἀγαλλιώμενος ἠξιώθην δι’ ὧν γράφω προσομιλῆσαι ὑμῖν καὶ συγχαρῆναι, ὅτι κατ’ ἀνθρωπων βίον οὐδὲν ἀγαπᾶτε εἰ μὴ μόνον τὸν θεόν.
1. 我知道有些人从那里经过,带着恶劣的教训;你们没有容许他们把种子撒在你们里面,而是堵住耳朵,不接受他们所撒的东西。你们如同父的殿中的石头,预备好被建造成父上帝的建筑;藉着耶稣基督的机械,就是十字架,被提升到高处;你们使用圣灵作绳索,你们的信心是你们的提升器,爱则是把你们带到上帝那里去的道路。2. 因此,你们众人也都是同行的人,是载神者、载殿者、载基督者、载圣者,在凡事上以耶稣基督的命令为装饰。我也因此欢喜,配得藉着我所写的向你们说话,并与你们同乐,因为按人的生活来说,你们除上帝以外,什么也不爱。
X
1. Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδια-λείπτως προσεύχεσθε, ἔστιν γὰρ ἐν αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. ἐπιτρέψατε οὖν αὐτοῖς κἂν ἐκ τῶν ἔργων ὑμῖν μαθητευθῆναι. 2. πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς πραεῖς, πρὸς τὰς μεγαλορημοσύνας αὐτῶν ὑμεῖς ταπεινόφρονες, πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς προσευχάς, πρὸς τὴν πλαπνην αὐτῶν ὑμεῖς ἥμεροι, μὴ σπουδάζοντες ἀντιμιμήσασθαι αὐτούς. 3. ἀδελφοὶ αὐτῶν εὑρεθῶμεν τῇ ἐπιειδειᾳ· μιμηταὶ δὲ τοῦ κυρίου σπου-δάζωμεν εἶναι, τίς πλέον ἀδικηθῇ, τίς ἀποστερηθῇ, τίς ἀθετηθῇ· ἵνα μὴ τοῦ διαβόλου βοτάνη τις εὑρεθῇ ἐν ὑμῖν, ἀλλ’ ἐν πάσῃ ἁγνείᾳ καὶ σωφροσύνῃ μένητε ἐν Ἰησοῦ Χριστῳ¨ σαρκικῶς καὶ πνευματικῶς.
1. 你们也要为其余的人不住祷告;因为在他们里面还有悔改的盼望,使他们可以得着上帝。因此,至少要容许他们从你们的行为中作你们的门徒。2. 面对他们的怒气,你们要温柔;面对他们的夸口,你们要谦卑;面对他们的亵渎,你们要献上祷告;面对他们的迷误,你们要温和,不要急于模仿他们来还击。3. 让我们藉着宽厚被发现是他们的弟兄;也要殷勤作主的效法者,看看谁更愿意受亏负,谁更愿意被剥夺,谁更愿意被轻看;这样,魔鬼的杂草就不会在你们中间被发现,而你们要在一切贞洁和节制中,按肉身也按灵,常住在耶稣基督里。
XI
十一
1. Ἔσχατοι καιροί, λοιπὸν αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ἵνα μὴ ἡμῖν εἰς κρίμα γένηται. ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβη-θῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπηπσωμεν, ἓν τῶν δύο· μόνον ἐν Χριτῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινὸν ζῆν. 2. χωρὶς τούτου μηδὲν ὑμῖν πρεπέτω, ἐν ᾧ τὰ δεσμὰ περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι ἀνατῆναι τῇ προσευχῇ ὑμῶν, ἧς γένοιτό μοι ἀεὶ μέταχον εἶναι, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἱ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῄνεσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ.
1. 这是末后的时期;所以我们应当羞愧,惧怕上帝的恒久忍耐,免得它成为我们的审判。我们要么惧怕将来的忿怒,要么爱现今的恩典,二者必居其一;惟愿我们在基督耶稣里被发现,好进入真实的生命。2. 除他以外,愿没有什么与你们相称;我在他里面带着锁链,就是属灵的珍珠。愿我藉着你们的祷告得以在其中复活;愿我常常有分于这祷告,好使我被发现列在以弗所基督徒的份中;他们也一直在耶稣基督的大能里与使徒同心。
XII
十二
1. Οἰδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ κατάκριτος, ὑμεῖς ἠλεημένοι· ἐγὼ ὑπὸ κίνδυνον, ὑμεῖς ἐστηρυγμένοι· 2. πάροδός ἐστε τῶν εἰς θεὸν ἀναιρουμένων, Παύλου συμμύσται τοῦ ἡγιασμένου, τοῦ μεμαρτυρημένον, ἀξιομακαρίστον, οὗ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι, ὅταν θεοῦ ἐπιτύχω, ὃς ἐν πάσῃ ἐπιστολῇ μνημονεύει ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
1. 我知道自己是谁,也知道我是写给谁。我是被定罪的人,你们是蒙怜悯的人;我在危险之下,你们已经得坚固。2. 你们是那些被杀而归向上帝之人的通道,是保罗的同参奥秘者;他是成圣的、得见证的、配称为有福的。愿我得着上帝时,被发现是在他的脚踪之下;他在每一封书信中,都在基督耶稣里记念你们。
XIII
十三
1. Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ εἰς δόξαν. ὅταν γὰρ πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ Χατανᾶ, καὶ λύεται ὁ ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως. 2. οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἐπουραίων καὶ ἐπιγείων.
1. 因此,你们要殷勤更频繁地聚集,为要献上对上帝的感谢并归荣耀给他。因为当你们频繁聚在一处时,撒但的权势就被拆毁,他的毁灭也在你们信心的同心中被解除。2. 没有什么比平安更好;在平安里,天上和地上的一切战争都被废除。
XIV
十四
1. Ὧν οὐδεν λανθάνει ὑμᾶς, ἐὰν τελείως εἰς Ἰησοῦ Χριστὸν ἔχητε τὴν πίστιν καὶ τήν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος· ἀρχὴ μὲν πίστις, τέλος δὲ ἀγάπη. τὰ δὲ δύο ἐν ἑνοτητι γενόμενα θεός ἐστιν, τὰ δὲ ἀλλα πάντα εἰς καλοκἀγαθίαν ακόλουθά ἐστιν. 2. οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἁμαρτάνει, οὐδὲ ἀγάπην κεκτημένος μισεῖ. φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. οὕτως οἱ ἐπαγ-γελλόμενοι Χριστοῦ εἶναι δι’ ὧν πράσσουσιν ὀφθήσονται. οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλ’ ἐν δυνάμει πίστεως ἐάν τις εὑρεθῇ εἰς τέλος.
1. 这些事没有一样向你们隐藏,只要你们完全持守对耶稣基督的信心和爱;这信心和爱是生命的开端与终结:开端是信心,终结是爱。二者在合一中成为上帝;其余一切都随之归向美善。2. 没有人宣称有信心却犯罪,也没有人拥有爱却憎恨。树从它的果子显明。照样,那些宣称属于基督的人,也要藉着他们所行的事显明出来。因为如今所要的不是宣称,而是人在信心的大能中被发现坚持到底。
XV
十五
1. Ἄμεινόν ἐστιν σιωπᾶν καὶ εἶναι, ἢ λαλοῦντα μὴ εἶναι. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. εἷς οὖν διδάσκαλος, ὃς εἶπεν, καὶ ἐγένετο· καὶ ἃ σιγῶν δὲ πεποίηκεν ἄξια τοῦ πατρός ἐστιν. 2. ὁ λόγον Ἰησοῦ κεκτημένος ἀληθῶς δύναται καὶ τῆς ἡσυχιας αὐτοῦ ἀκούειν, ἵνα τέλειος ᾖ, ἵνα δι’ ὧν λαλεῖ πράσσῃ καὶ δι’ ὧν σιγᾷ γινώσκηται. 3. οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγυς αὐτῷ ἐστιν, πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεὸς ἡμῶν· ὅπερ καὶ ἔστιν καὶ φανήσεται πρὸ προσώπου ἡμῶν, ἐξ ὧν δικαίως ἀαπῶμεν αὐτον.
1. 沉默而真实存在,比说话却并不存在更好。教导是美好的,只要说话的人也实行。只有一位教师,他说了,事就成了;他在沉默中所行的,也配得父。2. 真正拥有耶稣之道的人,也能听见他的静默,好使自己成为完全;这样,他藉着所说的话而实行,也藉着所沉默的事被认识。3. 没有什么向主隐藏,就连我们隐秘的事也都靠近他。因此,我们行一切事,都要像他住在我们里面一样,好使我们成为他的殿,而他在我们里面作我们的上帝;这事确实如此,也要显在我们面前,我们也因此按公义爱他。
XVI
十六
1. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 2. εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πράσσοντες ἀπέθανον, πόσῳ μᾶλλον, ἐὰν πίστιν θεοῦ ἐν κακῇ διδασκαλίᾳ φθείρῃ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; ὁ τοιοῦτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτου.
1. 我的弟兄们,不要受迷惑:破坏家庭的人不能承受上帝的国。2. 那么,若按肉身行这些事的人尚且死了,何况有人以恶劣教训败坏上帝的信心,就是耶稣基督为之被钉十字架的信心呢?这样的人既成了污秽,就要进入不灭的火;听从他的人也同样如此。
XVII
十七
1. Διὰ τοῦτο μύρον ἔλαβεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὁ κύριος, ἵνα πνέῃ τῇ ἐκκλησίᾳ ἀφθαρσίαν. μὴ ἀλείφεσθε δυσωδίαν τῆς διδασκαλίας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μὴ αἰχμαλωτίσῃ ὑμᾶς ἐκ τοῦ προκειμένου ζῆν. 2. διὰ τί δὲ οὐ πάντες φρόνιμοι γινόμεθα λαβόντες θεοῦ γνῶσιν, ὁ ἐστιν Ἰησοῦς Χριστός; τί μωρῶς ἀπολλύμεθα, αγνοοῦντες τὸ χάρισμα, ὃ πεππομφεν ἀληθῶς ὁ κύριος;
1. 因此,主在头上领受香膏,好向教会吹送不朽坏。你们不要用这世代掌权者教训的恶臭膏抹自己,免得他把你们从摆在前面的生命中掳去。2. 既然我们已经领受对上帝的认识,就是耶稣基督,为什么不都成为明智的人呢?我们为何愚昧地灭亡,竟不认识主真实差来的恩赐呢?
XVIII
十八
1. Περίψημα τὸ ἐμὸν πνεῦμα τοῦ σταυροῦ, ὃ ἐστιν σκάνδαλον τοῖς ἀπιστοῦσιν, ἡμῖν δὲ σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σωφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων συνετῶν; 2. ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ’ οἰκονομίαν θεοῦ ἐκ σπέρματος μὲν Δαυείδ, πνεύματος δὲ ἁγίου· ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τῷ πάθει τὸ ὕδωρ καθαρίσῃ.
1. 我的灵是十字架的赎价;这十字架对不信的人是绊脚石,对我们却是救恩和永恒生命。智慧人在哪里?辩士在哪里?那些被称为聪明人的夸口在哪里?2. 因为我们的上帝耶稣基督,照上帝的经纶,由马利亚怀胎,从大卫的后裔而出,也从圣灵而出;他出生,又受洗,好藉着受难洁净水。
XIX
十九
1. Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ θεοῦ ἐπράχθη. 2. πῶς οὖν ἐφανερώθη τοῖς αἰῶσιν; ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς ἀστέρας, καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν ἡ καινότης αὐτοῦ, τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγένετο τῷ ἀστέρι, αὐτὸς δὲ ἦν ὑπερβάλλων τὸ φῶς αὐτοῦ ὑπὲρ´πάντα· ταραχή τε ἦν, πόθεν ἡ καινότης ἡ ἀνόμοιος αὐτοῖς. 3. ὅθεν ἐλύετο πᾶσα μαγεία καὶ´πᾶς δεσμὸς ἠφανίζετο κακίας· ἄγνοια καθῃρεῖτο, παλαιὰ βασι-λεία διεφθείρετο θεοῦ ἀνθρωπίνως φανερουμένου εἰς καινότητα ἀϊδίου ζωῆς· ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον. ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.
1. 马利亚的童贞和她的生产,以及主的死亡,都向这世代的掌权者隐藏了;这是三个大声宣告的奥秘,却是在上帝的静默中成就的。2. 那么,它怎样向诸世代显明呢?有一颗星在天上发光,超过众星;它的光不可言说,它的新奇使人惊异。其余众星连同太阳和月亮,都围绕这星成了合唱队;而这星自己的光超过一切。因此,人们困惑:这与它们不同的新奇从何而来?3. 从此,一切邪术被解除,一切恶的捆绑被消灭;无知被拆毁,旧的国度被败坏,因为上帝以人的样式显现,为要带来永恒生命的新样式;那在上帝那里已经完成的事开始了。从此,万有都一同震动,因为死亡的废除正在被筹划。
XX
二十
1. Ἐάν με καταξιώσῃ Ἰησοῦς Χριστὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ θέλημα ᾖ, ἐν τῷ δευτέρῳ βιβλιδίῳ, ὃ μέλλω γράφειν ὑμῖν, προσδηλώσω ὑμῖν, ἧς ἠρξάμην οἰκονομίας εἰς τὸν καινὸν ἄνθρωπον Ἰησοῦν Χριστόν, ἐν τῇ αὐτου πίστει καὶ ἐν τῇ αὐτοῦ ἀγαπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει· 2. μάλιστα ἐὰν ὁ κύριος μοι ἀποκαλύψῃ, ὅτι οἱ κατ’ ἄνδρα κοινῇ πάντες ἐν χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει καὶ ἐν Ἰησοῦ Χριστῷ, τῷ κατὰ σάρκα ἐκ γένους Δαυείδ, τῷ ἀνθρώπου καὶ υἱῷ θεοῦ, εἰς τὸ ὑπακούειν ὑμᾶς τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ κιανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὅς ἐστιν φάρμακον ἀθανασιας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν Ἰησοῦ Χριστῷ διὰ παντός.
1. 若耶稣基督因你们的祷告使我配得,并且这是他的旨意,我将在第二本小书中,就是我将要写给你们的书中,进一步向你们说明我已经开始讲论的经纶,就是关乎新人耶稣基督的经纶,论到在他的信心里、在他的爱里、在他的受难和复活里。2. 尤其是若主向我启示:你们每一个人共同在恩典中奉名聚集,在一个信心里,并在耶稣基督里;他按肉身出于大卫家,是人子,也是上帝的儿子。你们以不分心的心意顺服主教和长老团,擘同一个饼;这饼是不死的药,是使人不死、而在耶稣基督里永远活着的解毒剂。
XXI
二十一
1. Ἀντίψυχον ὑμῶν ἐγὼ καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς· μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς Χριστός. 2. προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς ῾Ρώμην ἀπάγομαι, ἔσχατος ὣν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς τιμὴν θεοῦ εὑρεθῆναι. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.
1. 我为你们,也为你们为上帝的尊荣所差到士每拿的人,作代替生命的赎价;我也从那里写信给你们,感谢主,并爱波利卡普,如同爱你们一样。你们要记念我,正如耶稣基督也记念你们。2. 请为在叙利亚的教会祷告;我从那里被捆绑带往罗马。我虽是在那里信徒中最末后的,却配得被发现归于上帝的尊荣。愿你们在父上帝里,并在耶稣基督、我们共同的盼望里,刚强安康。
ΜΑΓΝΗΣΙΕΥΣΙΝ ΙΓΝΑΤΙΟΣ
伊格那丢致马格尼西亚人书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιὰνδρῳ καὶ εὐχομαι ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ πλεῖστα χαίρειν.
伊格那丢,又名“载神者”,致那在父上帝恩典中、在我们的救主基督耶稣里蒙福的教会,就是位于迈安德河畔马格尼西亚的教会;我在他里面问候这教会,并祈愿她在父上帝和耶稣基督里多多喜乐。
I
1. Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλόμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν. 2. καταξιωθεὶς γὰρ ὀνόματος θεοπρεπεστάτου, ἐν οἷς περιφέρω δεσμοῖς ᾄ δω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, τοῦ διὰ παντὸς ἡμῶν ζῆν, πίστεώς τε καὶ ἀγάπης, ἧς οὐδὲν προκέκριται, τὸ δὲ κυριώτερον Ἰησοῦ και πατρός· ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου καὶ διαφυγόντες θεοῦ τευξόμεθα.
1. 我知道你们按着上帝的爱极有秩序,就欢喜地决定在耶稣基督的信心里对你们说话。2. 因为我既配得那最合乎上帝的名,就在我所带的锁链中歌颂众教会;我为这些教会祈求耶稣基督肉身与灵的合一,他是我们永远的生命;也祈求信心与爱,这二者没有什么可优先于它们,而更主要的是耶稣和父。我们在他里面忍受这世代掌权者的一切侵扰,并且逃脱之后,就必得着上帝。
II
1. Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέον ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων ἀξίων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συνδούλου μου διακόνον Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ ὡς χάριτι θεοῦ καὶ τῷ πρεσβυτερίῳ ὡς νόμῳ Ἰησοῦ Χριστοῦ.
1. 因此,我既配得藉着你们配得上帝的主教达马、配得尊敬的长老巴苏和阿波罗尼,以及我的同仆、执事佐提翁看见你们,愿我因他得益处;因为他顺服主教,如同顺服上帝的恩典,也顺服长老团,如同顺服耶稣基督的律法。
III
1. Και ὑμῖν δὲ πρέπει μὴ συγχρᾶσθαι τῇ ἡλικίᾳ τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ δύναμιν θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ προσειληφότας τὴν φαινομένην νεωτερικὴν τάξιν, ἀλλ’ ὡς φρονίμους ἐν θεῷ συγχωροῦντας αὐτῷ, οὐκ αὐτῷ δέ, ἀλλὰ τῷ πατρὶ Ἰησοῦ Χριστοῦ, τῷ πάντων ἐπισκόπῳ. 2. εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν· ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται. τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα.
1. 你们也不应当因主教年纪轻而轻慢他,而要照父上帝的大能,把一切敬重归给他;正如我知道圣洁的长老们也没有利用他外表显得年轻的地位,而是像在上帝里有智慧的人一样让位给他;但不是让位给他本人,而是让位给耶稣基督的父,就是众人的主教。2. 因此,为尊荣那愿意我们如此行的一位,理当毫无虚伪地听从;因为人不是欺骗这可见的主教,而是欺瞒那不可见的一位。这样的事所涉及的不是肉身,而是知道隐秘之事的上帝。
IV
1. Πρέπον οὖν ἐστιν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. οἱ τοιοῦτοι δὲ οὐκ εὐσυνείδητοί μοι εἶναι φαίνονται διὰ τὸ μὴ βεβαίως κατ’ ἐντολὴν συναθροίζεσθαι.
1. 因此,理当不只是被称为基督徒,也要真是基督徒;正如有些人称呼主教,却在没有他的情况下行一切事。在我看来,这样的人良心并不正直,因为他们没有按诫命稳固地聚集。
V
1. Ἐπεὶ οὖν τέλος τὰ πράγματα ἔχει καὶ πρόκειται τὰ δύο ὁμοῦ, ὅ τε θάνατος καὶ ἡ ζωή, καὶ ἕκαστος εἰς τὸν ἴδιον τόπον μέλλει χωρεῖν· 2. ὥσπερ γὰρ ἐστιν νομίσματα δύο, ὃ μὲν θεοῦ, ὃ δὲ κόσμου, καὶ ἕκαστον αὐτῶν ἴδιον χαρακτῆρα ἐπικείμενον ἔχει, οἱ ἄπιστοι τοῦ κόσμου τούτου, οἱ δὲ πιστοὶ ἐν ἀγάπῃ χαρακτῆρα θεοῦ πατρὸς διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
1. 既然万事都有终局,并且有两件事一同摆在面前,就是死亡和生命,各人都将往自己的地方去;2. 因为正如有两种钱币,一种属于上帝,一种属于世界,并且各自带着自己的印记:不信的人带着这世界的印记,信的人则在爱里藉着耶稣基督带着父上帝的印记。若我们不是自愿按他的受难而死,他的生命就不在我们里面。
VI
1. Ἐπεῖ οὖν ἐν τοῖς προγεγραμμένοις προσώποις τὸ πᾶν πλῆθος ἐθεώρησα ἐν πίστει καὶ ἠγάπησα, παραινῶ, ἐν ὁμονοίᾳ θεοῦ σπουδάζετε πάντα πράσσειν, προκαθημένου τοῦ ἐπισκόπου εἰς τόπον θεοῦ καὶ τῶν πρεσβυτέρων εἰς τόπον συνεδρίου τῶν ἀποστόλων, καὶ τῶν διακόνων τῶν ἐμοὶ γλυκυτάτων πεπιστευμένων διακονίαν Ἰησοῦ Χριστοῦ, ὃς πρὸ αἰώνων παρὰ πατρὶ ἦν καὶ ἐν τέλει ἐφάνη. 2. πάντες οὖν ὁμοήθείαν θεοῦ λαβόντες ἐντρέπεσθε ἀλληλους καὶ μηδεὶς κατὰ σάρκα βλεπέτω τὸν πλησίον, ἀλλ’ ἐν Ἰησοῦ Χριστῷ ἀλληλους διὰ παντὸς ἀγαπᾶτε. μηδὲν ἔστω ἐν ὑμῖν, ὃ δυνήσεται ὑμᾶς μερίσαι ἀλλ’ ἑνώθητε τῷ ἐπισκόπῳ καὶ τοῖς προκαθημένοις εἰς τύπον καὶ διδαχὴν ἀφθαρσίας.
1. 因此,我既在前面所写的人物中,凭信心看见并爱了你们全体会众,就劝勉你们:要在上帝的同心中殷勤行一切事;主教居于上帝的位置,长老们居于使徒议会的位置,而我最亲爱的执事们受托承担耶稣基督的服事;他在万世以前与父同在,并在末后显现。2. 所以,你们众人既领受了上帝同样的性情,就要彼此敬重;不要有人按肉身看待邻舍,乃要在耶稣基督里常常彼此相爱。你们中间不要有什么能分裂你们;要与主教和在前面带领的人联合,成为不朽坏的样式和教训。
VII
1. Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ἐποίησεν, ἡνωμένος ὤν, οὔτε δι’ ἑαυτοῦ οὔτε διὰ τῶν ἀποστόλων· οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισπόπου καὶ τῶν πρεσβυτέρων μηδὲν πράσσετε· μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν, νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν τῇ χαρᾷ τῇ ἀμώμῳ, ὅ ἐστιν Ἰησοῦς Χριστός, οὗ ἄμεινον οὐδέν ἐστιν. 2. πάντες ὡς εἰς ἕνα ναὸν συντρέχετε θεοῦ, ὡς ἐπὶ ἓν θυσιαστήριον, ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀφ’ ἑνὸς πατρὸς προελθόντα καὶ εἰς ἕνα ὄντα καὶ χωρησαντα.
1. 所以,正如主与父合一,没有离开父而行任何事,无论是藉着自己,还是藉着使徒;照样,你们也不要离开主教和长老们而行任何事。也不要试图让任何单独由你们自己所作的事显得合理;而要有一个意念、一个祈求、一个心思、一个盼望,在爱里,在无玷污的喜乐里,就是耶稣基督;没有什么比他更好。2. 你们众人要奔向同一个上帝的殿,奔向同一个祭坛,奔向同一位耶稣基督;他从独一的父而出,与独一的父同在,又归向独一的父。
VIII
1. Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μυθεύμασιν τοῖς παλαιοῖς ἀνωφελέσιν οὖσιν. εἰ γὰρ μέχρι νῦν κατὰ Ἰουδαϊσμὸν ζῶμεν, ὁμολογοῦμεν χάριν μὴ εἰληφέναι. 2. οἱ γὰρ θειότατοι προφῆται κατὰ Χριστὸν Ἰησοῦν ἔζησαν. διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐνπνεόμενοι ὑπὸ τῆς χάριτος αὐτοῦ, εἰς τὸ πληροφρηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἶς τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος ἀπὸ σιγῆς προελθών, ὃς κατὰ πάντα εὐηρέστησεν τῷ πέμψαντι αὐτόν.
1. 不要被异端教义和古老无益的传说迷惑。因为若我们直到如今还按犹太教生活,就是承认自己没有领受恩典。2. 因为那些最属上帝的先知,是按基督耶稣生活的。因此他们也受逼迫;他们受他的恩典默示,为要使悖逆的人充分确信:有一位上帝,他藉着自己的儿子显明自己;这儿子就是他的道,从静默中出来,在凡事上都使那差遣他的喜悦。
IX
1. Εἰ οὖν οἱ ἐν παλαιοῖς πράγμασιν ἀναστρα. φέντες εἰς καινότητα ἐλπίδος ἦλθον, μηκέτι σαββατίζοντες, ἀλλὰ κατὰ κυριακὴν ζῶντες, ἐν ᾗ καὶ ἡ ζωὴ ἡμῶν ἀνέτειλεν δι’ αὐτοῦ καὶ τοῦ θανάτου αὐτοῦ, ὅν τινες ἀρνοῦνται, δι’ οὗ μυστηρίου ἐλάβομεν τὸ πιστεύειν, καὶ διὰ τοῦτο ὑπομένομεν, ἵνα εὑρεθῶμεν μαθηταὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου διδασκάλου ἡμῶν· 2. πῶς ἡμεῖς δυναησόμεθα δῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται μαθηταὶ ὄντες τῷ πνεύματι ὡς διδάσκαλον αὐτὸν προσεδόκων; καὶ διὰ τοῦτο, ὃν δικαίως ἀνέμενον, παρὼν ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.
1. 因此,若那些在旧事中行事的人,已经来到盼望的新样式,不再守安息日,而是按主日生活;在这日,我们的生命也藉着他和他的死亡升起,有些人却否认这死亡;我们藉着这奥秘领受了信心,也因此忍耐,好被发现是我们唯一教师耶稣基督的门徒。2. 那么,我们怎能离开他而生活呢?连先知们也是他的门徒,在灵里等候他作教师;因此,他们按公义所等候的那一位来到时,就使他们从死人中复起。
X
1. Μὴ οὖν ἀναισθητῶμεν τῆς ψρηστότητος αὐτοῦ. ἐὰν γὰρ ἡμᾶς μιμήσηται καθὰ πράσσομεν, οὐκέτι ἐσμέν. διὰ τοῦτο, μαθηταὶ αὐτοῦ γενόμενοι, μάθωμεν κατὰ Χριστιανισμὸν ζῆν. ὃς γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλέον τούτου, οὐκ ἔστιν τοῦ θεοῦ. 2. ὑπέρθεσθε οὖν τὴν κακὴν ζύμην, τὴν παλαιωθεῖσαν καὶ ἐνοξίσασαν, καὶ Χριστός. ἁλίσθητε ἐν αὐτῷ, ἵνα μὴ διαφθαρῇ τις ἐν ὑμῖν, ἐπεὶ ἀπὸ τῆς τῆς ὀσμῆς ἐλεγχθήσεσθε. 3. ἄτοπόν ἐστιν, Ἰησοῦν Χριστὸν λαλεῖν καὶ ἰουδαΐζειν. ὁ γὰρ χριστιανισμὸς οὐκ εἰς Χριστιανισμόν, ᾧ πᾶσα γλῶσσα πιστεύσασα εἰς θεὸν συνήχθη.
1. 所以,我们不要对他的恩慈麻木无感。因为若他照我们所行的待我们,我们就不再存在了。因此,我们既成了他的门徒,就要学习按基督教生活。凡被称为别的名、超过这名的,就不是属上帝的。2. 所以,要除去那恶酵,就是已经陈旧、发酸的酵;并要换成新酵,就是基督。你们要在他里面被盐调和,免得你们中间有人败坏;因为你们将凭气味被察验。3. 讲论耶稣基督却又犹太化,这是不合宜的。因为基督教不是信入犹太教,乃是犹太教信入基督教;凡信靠上帝的舌头,都在基督教中聚集起来。
XI
十一
1. Ταῦτα δέ, ἀγαπητοί μου, οὐκ ἐπεὶ ἔγνων τινὰς ἐξ ὑμῶν οὕτως ἔχοντας, ἀλλ’ ὡς μικρότερος ὑμῶν ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν τῇ γεννήσει καὶ τῷ πάθει καὶ τῇ ἀναστάσει τῇ γενομένῃ ἐν καιρῷ τῆς ἡγεμονίας Ποντίου Πιλάτου· πραχθέντα ἀληθῶς καὶ βεβαίως ὑπὸ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἧς ἐκτραπῆναι μηδενὶ ὑμῶν γένοιτο.
1. 我亲爱的,这些话并不是因为我知道你们中有人持这样的看法;而是我作为比你们小的人,要保护你们,不落入虚荣的钩子里;也要使你们在耶稣基督的出生、受难和复活上完全确信。这些事是在本丢彼拉多执政的时候发生的,确实而稳固地由我们的盼望耶稣基督成就;愿你们中没有一个人偏离这盼望。
XII
十二
1. Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὧ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμί. οἶδα ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ Χριστὸν ἔχετε ἐν ἑαυτοῖς· καὶ μᾶλλον, ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται, ὅτι ὁ δίκαιος ἑαυτοῦ κατήγορος.
1. 只要我配得,愿我在凡事上因你们得益处。因为我虽然被捆绑,却还比不上你们中一个得释放的人。我知道你们并不自高自大,因为你们有耶稣基督在你们里面;并且我越称赞你们,就越知道你们感到敬畏,正如经上记着:“义人是自己的控告者。”
XIII
十三
1. Σπουδάζετε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, καευοδωθητε σαρκὶ καὶ πενεύματι, ἐν ἀρψῇ καὶ ἐν τέλει, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων. 2. ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρὶ καὶ οἱ ἀπόστολοι τῷ Χριστῷ καὶ τῷ πατρὶ ἵνα ἕνωσις ᾖ σαρκική τε καὶ πνευματική.
1. 因此,你们要殷勤在主和使徒的教义上得坚固,好使你们所行的一切,无论在肉身和灵里,在开始和终结,都顺利成就;也要与你们最配尊敬的主教、你们长老团那配得编织的属灵冠冕,以及按着上帝而立的执事们一同如此。2. 你们要顺服主教,也要彼此顺服,如同耶稣基督顺服父,使徒顺服基督和父,好使肉身和属灵两方面都有合一。
XIV
十四
1. Ἐιδώς, ὅτι θεοῦ γέμετε, συντόμως παρεκεπλευσα ὑμᾶς. μνημονεύετέ μου ἐν ταῖς προσευχαῖς ὑμῶν, ἵνα θεοῦ ἐπιτύχω, καὶ τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι καλεῖσθαι· ἐπιδέομαι γὰρ τῆς ἡνωμένης ὑμῶν ἐν θεῷ προσευχῆς καὶ ἀγάπης, εἰς τὸ ἀξιωθῆναι τὴν ἐν Συρίᾳ ἐκκλησίαν διὰ τῆς ἐκκλησίας ὑμῶν δροσισθῆναι.
1. 我知道你们充满上帝,所以简短地劝勉了你们。请在你们的祷告中记念我,好使我得着上帝;也请记念在叙利亚的教会,我不配从那里被称名。因为我需要你们在上帝里合一的祷告和爱,好使在叙利亚的教会配得藉着你们的教会得着清凉。
XV
十五
1. Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν και γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ, ὥσπερ καὶ ὑμεῖσ οἳ κατὰ π´πάντα με ἀνέπαυσαν ἅμα Πολυκάρπῳ, ἐπισκόπῳ Σμυρναίων. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάσονται ὑμᾶς. ἔρρωσθε ἐν ὁμονοίᾳ θεοῦ, κεκτημένοι ἀδιάκριτον πνεῦμα, ὅς ἐστιν Ἰησοῦς Χριστός.
1. 从士每拿来的以弗所人问候你们;我也是从那里写信给你们。他们为上帝的荣耀在场,正如你们一样,并在凡事上同士每拿人的主教波利卡普一起使我得安慰。其余众教会也在耶稣基督的尊荣里问候你们。愿你们在上帝的同心中刚强安康,拥有不可分割的灵,就是耶稣基督。
ΤΡΑΛΛΙΑΝΟΙΣ ΙΓΝΑΤΙΟΣ
伊格那丢致特拉勒斯人书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἠγαπημένῃ θεῷ, πατρι Ἰησοῦ Χριστοῦ, ἐκκλησίᾳ ἁγίᾳ τῇ οὔσῃ ἐν Τράλλεσιν τῆς Ἀσίας, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι τῷ πάθει Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν ἐν τῇ εἰς αὐτὸν ἀναστάσει· ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.
伊格那丢,又名“载神者”,致蒙上帝、耶稣基督之父所爱的圣教会,就是位于亚细亚特拉勒斯的教会;她蒙拣选,配得上帝,藉着耶稣基督的受难,在肉身和灵里享有平安;他是我们的盼望,我们盼望在他里面复活。我也在使徒式品格的丰满中问候她,并祈愿她多多喜乐。
I
1. Ἄμωμον διάνοιαν καὶ αδιάκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν ἀλλὰ κατὰ φύσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ καὶ Ἰησοῦ Χριστοῦ ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρεῖσθαι. 2. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν εὔνοιαν δι’ αὐτοῦ εδόξασα, εὑρῶν ὑμᾶς, ὡς ἔγνων, μιμητὰς ὄντας θεοῦ.
1. 我知道你们有无玷污、在忍耐中不可分割的心思;这不是出于习惯,而是出于本性,正如你们的主教波利比乌斯向我说明的。他照上帝和耶稣基督的旨意来到士每拿,并且这样与我这在基督耶稣里被捆绑的人同乐,使我在他里面看见你们全体会众。2. 因此,我藉着他领受了你们按着上帝而有的善意,就归荣耀给上帝,因为我发现你们正如我所知道的,是效法上帝的人。
II
1. Ὅταν γὰρ τῷ ἐπισκόπῳ ὑοτάσσησθε ὡς Ἰησοῦ Χριστῷ, φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύσαντες εἰς τὸν θάνατον αὐτοῦ τὸ ἀποθανεῖν ἐκφύγητε. 2. ἀναγκαῖον οὖν ἐστίν, ὥσπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσειν ὑμᾶς, ἀλλ’ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις Ἰησοῦ Χριστοῦ 3. δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον πᾶσιν ἀρέσκειν. οὐ γὰρ βρωμάτων καὶ ποτῶν εἰσιν διάκονοι, ἀλλ’ ἐκκλησίας θεοῦ ὑπηρέται· δέον οὖν αὐτοὺς φυλάσσεσθαι τὰ ἐγκλήματα ὡς πῦρ.
1. 因为当你们顺服主教,如同顺服耶稣基督时,在我看来,你们就不是按人生活,而是按那为我们死的耶稣基督生活;好使你们信靠他的死,就逃脱死亡。2. 因此,你们必须像你们正在行的那样,离开主教就不行任何事;也要顺服长老团,如同顺服耶稣基督的使徒。3. 执事既是耶稣基督奥秘的执事,也必须以各种方式使众人喜悦。因为他们不是饮食的执事,而是上帝教会的仆役;所以他们必须防备控告,如同防备火。
III
1. Ὁμοίως πάντες ἐντρεπέσθωσαν τοὺς διακόνους ὡς Ἰησοῦν Χριστόν, ὡς καὶ τὸν ἐπίσκοπον ὄντα τύπον τοῦ πατρός, τοὺς δὲ πρεσβυτέρους ὡς συνέδριον θεοῦ καὶ ὡς σύνδεσμον ἀποστόλων. χωρὶς τούτων ἐκκλησία οὐ καλεῖται. 2. περὶ ὧν πέπεισμαι ὑμᾶς οὕτως ἔχειν. τὸ γὰρ ἐξεμπλάριον τῆς ἀγάπης ὑμῶν ἔλαβον καὶ ἔχω μεθ’ ἑαυτοῦ ἐν τῷ ἐπισκόπῳ ὑμῶν, οὗ αὐτὸ τὸ κατάστημα μεγάλη μαθητεία, ἡ δὲ πραότης αὐτοῦ δύναμις· ὃν λογίζομαι καὶ τοὺς ἀθέους ἐντρέπεσθαι. 3. ἀγαπῶν ὑμᾶς φείδομαι, συντονώτερον δυνάμενος γράφειν ὑπὲρ τούτου. οὐκ εἰς τοῦτο ᾠήθην, ἵνα ὢν κατάκριτος ὡς ἀπόστολος ὑμῖν διατάσσωμαι.
1. 同样,众人都要敬重执事,如同敬重耶稣基督;也要敬重主教,因为他是父的样式;敬重长老们,因为他们如同上帝的议会和使徒的联结。离开这些,就不能称为教会。2. 关于这些事,我确信你们也是这样持守的。因为我在你们的主教身上领受并拥有你们爱的榜样;他的举止本身就是伟大的门徒训练,他的温柔就是力量。我认为连不敬虔的人也敬重他。3. 我爱你们,所以有所节制;本来我可以为此写得更严厉。但我并不以为自己虽是被定罪的人,却可以像使徒一样向你们下命令。
IV
1. Πολλὰ φρονῶ ἐν θεῷ, ἀλλ’ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει απόλωμαι. νῦν γὰρ με δεῖ πλέον φοβεῖσθαι καὶ μὴ προσέχειν τοῖς φυσιοῦσίν με. οἱ γὰρ λέγοντές μοι μαστιγοῦσίν με. 2. ἀγαπῶ μὲν γὰρ τὸ παθεῖν, ἀλλ’ οὐκ οἶδα, εἰ ἄξιός εἰμι. τὸ γὰρ ζῆλος πολλοῖς μὲν οὐ φαίνεται, ἐμὲ δὲ πλέον πολεμεῖ. χρῄζω οὖν πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου.
1. 我在上帝里思想许多事,但我衡量自己,免得因夸口而灭亡。因为如今我更应当惧怕,不要留心那些使我自高的人;因为那些对我说话的人,是在鞭打我。2. 我固然爱受苦,却不知道自己是否配得。因为这热心对许多人并不显明,却更大地攻击我。因此,我需要温柔;在温柔中,这世代的掌权者被废除。
V
1. Μὴ οὐ δύναμαι ὑμῖν τὰ ἐπουράνια γράψαι; ἀλλὰ φοβοῦμαι, μὴ νηπίοις οὖσιν ὑμῖν βλάβην παραθῶ· καὶ συγγνωμονεῖτέ μοι, μήποτε οὐ ἐγώ, οὐ καθότι δέδεμαι καὶ δύναμαι νοῖν τὰ ἐπουράνια καὶ τὰς τοποθεσίας τὰς ἀγγελικὰς καὶ τὰς συστάσεις τὰς ἀρχοντικάς, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἤδη καὶ μαθητής εἰμι. πολλὰ γὰρ ἡμῖν λείπει, ἵνα θεοῦ μὴ λειπώμεθα.
1. 难道我不能把天上的事写给你们吗?但我害怕你们还像婴孩,恐怕我把伤害摆在你们面前;也请你们宽容我,免得你们不能承受。因为我并不是仅仅由于被捆绑,就已经能明白天上的事、天使的位次、掌权者的排列、可见和不可见的事,也不是因此就已经作了门徒。因为我们还缺少许多,好使我们不缺少上帝。
VI
1. Παρακαλῶ οὖν ὑμᾶς, οὐκ ἐγώ, ἀλλ’ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ· μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε, ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε, ἥτις ἐστὶν αἵρεσις· 2. οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν.
1. 因此,我劝你们,不是我,而是耶稣基督的爱劝你们:只使用基督徒的食物,远离外来的草,就是异端。2. 这些人把耶稣基督掺进自己里面,好显得可信;这就像把致命的药与蜜酒一起给人,不知道的人就甘甜地接受,在邪恶的快乐中走向死亡。
VII
1. Φυλάττεσθε οὖν τοὺς τοιούτους. τοῦτο δὲ ἔσται ὑμῖν φυσιουμένοις καὶ οὖσιν ἀχωρίστοις θεοῦ Ἰησοῦ Χριστοῦ καί τοῦ ἐπισκόπου καὶ τῶν διαταγμάτων τῶν ἀποστόλων. 2. ὁ ἐντὸς θυσιαστηρίου ὢν καθαρός ἐστιν· τοῦτ’ ἔστιν, ὁ χωρὶς ἐπισκόπου καὶ πρεσβυτερίου καὶ διακόνων πράσσων τι, οὗτος καθαρός ἐστιν τῇ συνειδήσει.
1. 所以,你们要防备这样的人。你们若不自高,并且与上帝、耶稣基督、主教以及使徒的规条不可分离,这事就会成就在你们身上。2. 在祭坛里面的人是洁净的;但在祭坛外面的人并不洁净。也就是说,凡离开主教、长老团和执事而行什么事的人,这人在良心上并不洁净。
VIII
1. Οὐκ ἐπεὶ ἔγνων τοιοῦτόν τι ἐν ὑμῖν, ἀλλὰ προφυλάσσω ὑμᾶς ὄντας μου α0γαπητούς, προορῶν τὰς ἐνέδρας τοῦ διαβόλου, ὑμεῖς οὖ τὴν πραϋπάθειαν ἀναλαβόντες ἀνακτήσασθε ἑαυτοὺς ἐν πίστει ὅ ἐστιν σὰρξ τοῦ κυρίου, καὶ ἐν ἀγάπῃ, ὅ ἐστιν αἷμα Ἰησοῦ Χριστοῦ. 2. μηδεὶς ὑμῶν κατὰ τοῦ πλησίον ἐχέτω. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δι’ ὀλίγους ἄφρονας τὸ ἐν θεῷ πλῆθος βλασφημῆται. Οὐαὶ γάρ, δι’ οὗ ἐπὶ ματαιότητι τὸ ὄνομά μου ἐπί τινων βλασφημεῖται.
1. 我这样说,并不是因为我知道你们中间有什么这样的事;而是因为你们是我所爱的,我预先看见魔鬼的埋伏,就预先保护你们。所以,你们要披上温柔的忍受,在信心中重新得着自己,这信心就是主的肉;也要在爱中重新得着自己,这爱就是耶稣基督的血。2. 你们中间不要有人对邻舍怀怨。不要给外邦人把柄,免得因少数愚昧的人,那在上帝里的会众受亵渎。因为经上说:“那使我的名因虚妄在某些人中受亵渎的人有祸了。”
IX
1. Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ ἐκ γένους Δαυείδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέν τε καὶ ἔπιεν, ἀληθῶς ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἐπιγείων καὶ ὑποχθονίων. 2. ὃς καὶ ἀληθῶς ἠγέρθη ἀπό νεκρῶν, ἐγείραντος αὐτὸν τοῦ πατρὸς αὐτοῦ, κατὰ τὸ ὁμοίωμα ὃς καὶ ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ οὕτως ἐγερεῖ ὁ πατὴρ αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ, οὗ χωρὶς τὸ ἀληθινὸν ζῆν οὐκ ἔχομεν.
1. 所以,当有人向你们说话却离开耶稣基督时,你们要充耳不闻;他出于大卫家,出于马利亚,真实出生,真实吃喝,在本丢彼拉多手下真实受逼迫,真实被钉十字架,并且真实死了;天上的、地上的和地底下的都在观看。2. 他也真实从死人中复起,是他的父使他复起;照同样的样式,他的父也要在基督耶稣里使我们这些信他的人这样复起;离了他,我们就没有真实的生命。
X
1. Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοί, λέγουσιν, τὸ δοκεῖν πεπονθέναι αὐτόν, αὐτοὶ ὅντες τὸ δοκεῖν, ἐγὼ τί δέδεμαι, τί δὲ καὶ εὔχομαι θηριομαχῆσαι; δωρεὰν οὖν ἀποθνήσκω. ἄρα οὖν καταψεύδομαι τοῦ κυρίου.
1. 但若像某些无神的人,也就是不信的人所说,他只是表面上受苦,而他们自己也只是表面存在,那么我为什么被捆绑?我又为什么祈求与野兽搏斗?这样,我就是白白死了;如此,我就是在对主作假见证。
XI
十一
1. Φεύγετε οὖν τὰς κακὰς παραφυάδας τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί φυτεία πατρός. 2. εἰ γὰρ ἦσαν, ἐφαίνοντο ἂν κλάδοι τοῦ σταυροῦ, καὶ ἦν ἂν ὁ καρπὸς αὐτῶν ἄφθαρτος· δι’ οὗ ἐν τῷ πάθει αὐτοῦ προσκαεῖται ὑμᾶς ὄντας μέλη αὐτοῦ. οὐ δύναται οὖν κεφαλὴ χωρὶς γεννηθῆναι ἄνευ μελῶν, τοῦ θεοῦ ἕνωσιν ἐπαγγελλομένου, ὅ ἐστιν αὐτός.
1. 所以,你们要逃避那些邪恶的旁枝;它们结出致死的果子,若有人尝了,就立刻死亡。这些人不是父所栽种的。2. 因为若他们是父所栽种的,就会显明为十字架的枝子,他们的果子也会是不朽坏的;藉着这十字架,基督在他的受难中呼召你们这些作他肢体的人。头不能离开肢体而生,因为上帝应许合一,这合一就是他自己。
XII
十二
1. Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλυσίαις τοῦ θεοῦ, οἳ κατὰ πάντα με ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι. 2. παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ τῇ μετ’ ἀλλήλων προσευχῇ. πρέπει γὰρ ὑμῖν τοῖς καθ’ ἕνα, ἔξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπισκοπον εἰς τιμὴν πατρός, Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων. 3. εὔχομαι ὑμᾶς ἐν ὑμῖν γράψας. καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε, τῆς ἀφ’ τὸ καταξιωθῆναί με τοῦ κλήρου, οὗ περίκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ.
1. 我从士每拿问候你们,也同那些与我一同在场的上帝众教会一起问候你们;他们在肉身和灵里都在凡事上使我得安慰。2. 我为耶稣基督所带的锁链劝勉你们;我正寻求得着上帝。你们要持守你们的同心,以及彼此之间的祷告。因为你们每一个人,尤其是长老们,都应当为父、耶稣基督和使徒的尊荣,使主教得舒畅。3. 我祈愿你们凭爱听我所写的话。也请为我祷告,使我因上帝的怜悯配得所临到我的份,好让我得着它,免得我被发现是不合格的。
XIII
十三
1. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος ἐκείνων. 2. ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ, ὁμοιως καὶ τῷ πρεσβυτερίῳ. καὶ οἱ κατ’ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ. 3. ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι· ἀλλὰ πιστὸς ὁ πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείητε ἄμωμοι.
1. 士每拿人和以弗所人的爱问候你们。请在你们的祷告中记念在叙利亚的教会;我不配从那里被称名,因为我是他们中最末后的。2. 愿你们在耶稣基督里刚强安康,顺服主教如同顺服诫命,也同样顺服长老团。你们每个人都要以不可分裂的心彼此相爱。3. 我的灵为你们得洁净,不但现在如此,就是我得着上帝的时候也是如此。因为我仍在危险之下;但父在耶稣基督里是信实的,必成全我和你们的请求;愿你们在他里面被发现无玷污。
ΡΩΜΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ
伊格那丢致罗马人书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ ἐν μεγαλειότητι πατρὸς ὑψίστου καὶ Ἰησοῦ Χριστοῦ τοῦ μόνου υἱοῦ αὐτοῦ ἐκκλησίᾳ ἠγαπημένῃ καὶ πεφωτισμένῃ ἐν θελήματι τοῦ θελήσαντος τὰ πάντα, ἃ ἔστιν, κατὰ ἀγάπην Ἰησοῦ Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἥτις καὶ προκάθηται ἐν τόπῳ χωρίου ῾Ρωμαίων, ἀξιόθεος, ἀξιεπίτευκτος, ἀξίαγνος καὶ προκαθημένη τῆς ἀγάπης, χριστώνυμος, πατρώνυμος, ἣν καὶ ἀσπάζομαι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, υἱοῦ πατρός· κατὰ σάρκα καὶ πνεῦμα ἡνωμένοις πάσῃ ἐντολῇ αὐτοῦ, πεπληρωμένοις χάριτος θεοῦ ἀδιακρίτως καὶ ἀποδιϋλισμένοις ἀπὸ παντὸς ἀλλοτρίου χρώματος πλεῖστα ἐν Ἰησοῦ Χριστῷ, τῷ θεῷ ἡμῶν, ἀμώμως χαίρειν.
伊格那丢,又名“载神者”,致那在至高父和他独生子耶稣基督的威严中蒙怜悯的教会;她蒙爱,并照那位愿意万有存在者的旨意,按我们的上帝耶稣基督的爱被光照;她在罗马人地区居于首位,配得上帝,配得尊荣,配得称为有福,配得赞美,配得成就,配得圣洁,并在爱中居于首位;她以基督为名,以父为名。我也奉父之子耶稣基督的名问候她;愿那些按肉身和灵在他一切诫命中联合、毫无分别地充满上帝恩典、从一切外来色彩中被炼净的人,在我们的上帝耶稣基督里无玷污地多多喜乐。
I
1. Ἐπεὶ εὐξάμενος θεῷ ἐπέτυχον ἰδεῖν ὑμῶν τὰ ἀξιόθεα πρόσωπα, ὡς καὶ πλέον ᾐτούμην λαβεῖν· δεδεμένος γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐλπίζω ὑμᾶς ἀσπάσμένος ἐάνπερ θέλημα ᾖ τοῦ ἀξιωθῆναί με εἰς τέλος εἶναι. 2. ἡ μὲν γὰρ ἀρχὴ εὐοικονόμητός ἐστιν, ἐάνπερ χάριτος ἐπιτὑχω εἰς τὸ τὸν κλῆρόν μου ἀνεμποδίστως ἀπολαβεῖν. φοβοῦμαι γὰρ τὴν ὑμῶν ἀγάπην, μὴ αὐτή με ἀδικήσῃ. ὑμῖν γὰρ εὐχερές ἐστιν, ὃ θέλετε, ποιῆσαι· ἐμοὶ δὲ δύσκολόν ἐστιν τοῦ θεοῦ ἐπιτυχεῖν, ἐάνπερ ὑμεῖς μὴ φείσησθέ μου.
1. 我向上帝祈求之后,得以看见你们配得上帝的面容,正如我也祈求得着更多;因为我在基督耶稣里被捆绑,盼望问候你们,只要这是旨意,使我配得坚持到底。2. 因为开端已经安排得很好,只要我得着恩典,能毫无拦阻地领受我的份。我惧怕你们的爱,恐怕它反倒亏负我。因为你们要做自己所愿意的事很容易;但若你们不怜惜我,我要得着上帝就很困难。
II
1. Οὐ γὰρ θέλω ὑμᾶς ἀνθρωπαρεσκῆσαι, ἀλλὰ θεῷ ἀρέσαι, ὥσπερ καὶ ἀρέκετε. οὔτε γὰρ ἐγώ ποτε ἕξω καιρὸν τοιοῦτον θεοῦ ἐπιτυχεῖν, οὔτε ὑμεῖς, ἐὰν σιωπήσητε, κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι. ἐὰν γὰρ σιωπήσητε ἀπ’ ἐμοῦ, ἐγὼ λόγος θεοῦ· ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου, πάλιν ἔσομαι φωνή. 2. πλέον μοι μὴ παράσψησθε τοῦ σπονδισθῆναι θεῷ, ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν, ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾄσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὸν ἐπίσκοπον Συρίας ὁ θεὸς κατηξίωσεν εὑρεθῆναι εἰς δύσιν ἀπὸ ἀνατολῆς μεταπεμψάμενος. καλὸν τὸ δῦναι ἀπὸ κόσμου πρὸς θεόν, ἵνα εἰς αὐτὸν ἀνατείλω.
1. 因为我不愿你们讨人喜欢,而要讨上帝喜欢,正如你们也正在讨他喜欢。因为我再也不会有这样得着上帝的机会;你们若保持沉默,也没有什么更美的工作可以题写在你们名下。因为你们若对我沉默,我就成为上帝的话;但你们若爱慕我的肉身,我又要成为一个声音。2. 除了让我被奠献给上帝以外,不要再给我什么;祭坛仍然预备好了,好使你们在爱中成为合唱队,在基督耶稣里向父歌唱:上帝使叙利亚的主教配得被发现来到西方,因为他把他从东方召来。从世界落下归向上帝,是美好的,好使我在他里面升起。
III
1. Οὐδέποτε ἐβασκάνατε οὐδενί, ἄλλους ἐδιδάξατε. ἐγὼ δὲ θέλω, ἵνα κἀκεῖνα βέβαια ᾖ ἃ μαθητεύοντες ἐντέλλεσθε. 2. μόνον μοι δύναμιν αἰτεῖσθε ἔσωθέν τε καὶ ἐσωθέν τε καὶ ἔξωθεν, ἵνα μὴ μόνον λέγω ἀλλὰ καὶ θέλω, ἵνα μὴ μόνον λέγωμαι Χριστιανὸς ἀλλὰ καὶ εὑρεθῶ. ἐὰν γὰρ εὑρεθῶ, καὶ λέγεσθαι δύναμαι, καὶ τότε πιστὸς εἶναι, ὅταν κόσμῳ μὴ φαίνωμαι. 3. οὐδὲν φαινόμενον καλόν· ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πατρὶ ὢν μᾶλλον φαίνεται. οὐ περσμονῆς τὸ ἔργον, ἀλλὰ μεγέθους ἐστὶν ὁ Χριστιανισμός, ὅταν μισῆται ὑπὸ κόσμου.
1. 你们从未嫉妒任何人,反倒教导别人。我愿你们作门徒时所吩咐的那些事也得坚固。2. 只要为我祈求内外都有力量,好使我不但说,也愿意;不但被称为基督徒,也被发现真是基督徒。因为我若被发现是真实的,就也能被称为基督徒;当我不再向世界显现时,才显明我是忠信的。3. 凡显现的,没有什么是好的;因为我们的上帝耶稣基督在父里面时,才更显明。基督教不是劝服的工作,而是伟大的事,尤其是在它被世界憎恨的时候。
IV
1. Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις, καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὐνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βοράν, δι’ ὧν ἔνεστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι θεοῦ καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ Χριστοῦ. 2. μᾶλλον κολκεύσαε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηδεν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρὺς τινι γένωμαι. τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμα μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θυσία εὑρεθῶ. 3. οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν. ἐκεῖνοι ἀπόστολοι, ἐγὼ κατάκριτος· ἐκεῖνοι ἐλεύθεροι, ἐγώ δέ μέχρι νῦν δοῦλος. ἀλλ’ ἐὰν πάθω, ἀπελεύθερος γενἡσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω δεδεμένος μηδὲν ἐπιθυμεῖν.
1. 我写信给众教会,也吩咐众人:只要你们不拦阻,我是自愿为上帝而死。我劝你们,不要对我成为不合时宜的好意。让我成为野兽的食物;藉着它们,我能够得着上帝。我是上帝的麦子,要藉着野兽的牙被磨碎,好被发现是基督纯净的饼。2. 你们更要诱劝野兽,使它们成为我的坟墓,不留下我身体的任何部分,免得我睡了以后成为任何人的重担。等到世界连我的身体也看不见时,我才真正成为耶稣基督的门徒。请为我恳求基督,使我藉着这些器具被发现为祭物。3. 我不像彼得和保罗那样向你们下命令。他们是使徒,我是被定罪的人;他们是自由人,我直到如今还是奴仆。但我若受苦,就要成为耶稣基督的获释奴仆,并要在他里面复活为自由人。如今我在捆绑中学习不贪求任何事。
V
1. Ἀπὸ Συρίας μέχρι ῾Ρώμης θηριομαχῶ, διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἡμέρας, δεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα· οἳ ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλ’ οὐ παρὰ τοῦτο δεδικαίωμαι. 2. ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων καὶ εὔχομαι σύτομά μοι εὑρέθῆναι· ἃ καὶ κολακεύσω, συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. κἂν αὐτὰ δὲ ἄκοντα μη θελήσῃ, ἐγὼ προσβιάσομαι. 3. συγγνώμην μοι ἔχετε· τἱ μοι συμφέρει, ἐγὼ γινώσκω, νῦν ἄρχομαι μαθητὴς εἶναι, μηθέν με ζηλώσαι τῶν ὁρατῶν, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκρπισμοὶ ὀστέων, συγκοπὴ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος, κακαὶ κολάσεις τοῦ διαβόλου ἐπ’ ἐμὲ ἐρχέσθωσαν, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.
1. 从叙利亚直到罗马,我与野兽搏斗,经过陆地和海洋,昼夜都被捆绑在十只豹子中间,也就是一队兵丁;他们越受善待,反而越恶劣。但我并不因此就得称义。2. 愿我从那为我预备的野兽得益处;我祈愿它们很快临到我。我也要诱劝它们迅速吞吃我,不要像对某些人那样,因害怕而不碰他们。即使它们不愿意,我也要强迫它们。3. 请宽容我;什么对我有益,我自己知道。如今我才开始作门徒。愿没有任何可见或不可见之物嫉妒我,使我不能得着耶稣基督。让火与十字架、野兽的群聚、切割、分裂、骨头散开、肢体砍碎、全身碾磨,以及魔鬼的恶刑,都临到我身上;只要我得着耶稣基督。
VI
1. Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα· ἐκεῖνον θέλω, τὸν δι’ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται. 2. σύγγνωτέ μοι, αδελφοί· μὴ ἐμποδίσηέ μοι ζῆσαι, μὴ θελήσητέ με ἀποθανεῖν· τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε· ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι. 3. ἐπιτρέψατέ μοι μιμητὴν εἶναι του πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.
1. 世界的边界和这世代的国度,对我都没有益处。对我来说,为基督耶稣而死,胜过统治地极。我寻求那为我们死的一位;我愿得着那为我们复活的一位。我的生产之苦已经临近。2. 弟兄们,请宽容我;不要拦阻我得生命,不要愿意我死亡。那愿意属于上帝的人,不要把他送给世界,也不要用物质欺骗他。让我领受纯净的光;到那里以后,我才成为人。3. 请容许我效法我的上帝的受难。若有人有他在自己里面,就让他明白我所愿意的;也让他体恤我,因为他知道那压迫我的事。
VII
1. Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ· μᾶλλον ἐμοῦ γίνεσθε, τουτέστιν τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ ἐπιθυμεῖτε. 2. βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδ’ ἂν ἐγὼ παρὼν παρακαλῶ ὑμᾶς, πεισθητέ μοι· τούτοις δὲ μᾶλλον πείσθητε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλούλον· Δεῦρο πρὸς τὸν πατέρα. 3. οὐχ ἥδομαι τροφῇ θέλω, ὅ ἐστιν σὰρξ Ἰησοῦ Χριστοῦ τοῦ ἐκ σπέρματος Δαυείδ, καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος.
1. 这世代的掌权者想要夺去我,并败坏我归向上帝的心意。因此,你们在场的人不要有谁帮助他;倒要站在我这一边,也就是站在上帝这一边。不要口里讲论耶稣基督,心里却贪恋世界。2. 愿嫉妒不要住在你们中间。即使我在场时求你们,也不要听从我;倒要听从我现在写给你们的这些话。因为我活着写信给你们,却渴望死亡。我的爱已经被钉十字架;在我里面没有爱慕物质的火,只有活水在我里面说:“到父那里去。”3. 我不喜悦会朽坏的食物,也不喜悦今生的享乐。我愿要上帝的饼,就是出于大卫后裔的耶稣基督的肉;我愿要他的血作饮料,这血就是不朽坏的爱。
VIII
1. Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δέ ἔσται, ἐὰν ὑμεῖς θελήσητε. θελήσαε, ἵνα καὶ ὑμεῖς θεληθῆτε. 2. δι’ ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς· πιστεύσατέ μοι. Ἰησοῦς δὲ Χριστὸς ὑμῖν ταῦτα φανερώσει, ὅτι ἀληθῶς λέγων· τὸ ἀψευδὲσ στόμα, ἐν ᾧ ὁ πατὴρ ἐλάλησεν ἀληθῶς. 3. αἰτήσασθε περί ἐμοῦ, ἵνα ἐπιτύχω. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνωμην θεοῦ. ἐὰν πάθω, ἠθελήσατε· ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.
1. 我不再愿意按人而活。这事若你们愿意,就会成就。你们要愿意,好使你们也蒙愿意。2. 我用寥寥几行字请求你们:请相信我。耶稣基督也要向你们显明,我说的是真话;他是不说谎的口,父在他里面真实地说话。3. 请为我祈求,使我得着所求。我不是按肉身写给你们,而是按上帝的心意写给你们。若我受苦,你们就是愿意了;若我被弃绝,你们就是恨我了。
IX
1. Μνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη. 2. ἐγὼ δὲ αἰσχύνομαι ἐξ αὐτῶν καὶ ἔκτρωμα· ἀλλ’ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω. 3. ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.
1. 请在你们的祷告中记念在叙利亚的教会;她如今代替我以上帝为牧者。惟有耶稣基督和你们的爱要监督她。2. 我以自己出自他们为羞愧,因为我不配,是早产儿;但若我得着上帝,就蒙怜悯成为某个人。3. 我的灵问候你们,那些奉耶稣基督的名接待我的众教会的爱也问候你们;他们接待我,不是把我当作过路人。甚至那些按肉身说不在我路上的教会,也逐城在我前面为我送行。
X
1. Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης δι’ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστιν δὲ καὶ ἅμα ἐμοὶ σὺν πολλοῖς καὶ Κρόκος, τὸ ποθητόν μοι ὄνομα. 2. περὶ τῶν προελθόντων με ἀπὸ Συρίας εἰς ῾Ρώμην εἰς δόξαν τοῦ θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι, οἷς καὶ δηλώσατε ἐγγύς με ὄντα. πάντες γάρ εἰσιν ἄξιοι τοῦ θεοῦ καὶ ὑμῶν· οὓς πρέπον ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.
1. 我从士每拿,藉着配称为有福的以弗所人,把这些事写给你们。除许多人以外,克罗库斯也同我在一起;这名字是我所渴慕的。2. 至于那些从叙利亚先我到罗马、为上帝荣耀而行的人,我相信你们已经认识他们;也请告诉他们我已经临近了。因为他们全都配得上帝,也配得你们;你们理当在凡事上使他们得舒畅。我在八月二十四日写下这些事。愿你们在耶稣基督的忍耐中刚强到底。
ΦΙΛΑΔΕΛΦΕΥΣΙΝ ΙΓΝΑΤΙΟΣ
伊格那丢致非拉铁非人书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας, ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ελέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος, μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῳ πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ Ἰησοῦ Χριστοῦ, οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ ἁγίῳ αὐτοῦ πνεύματι.
伊格那丢,又名“载神者”,致父上帝和主耶稣基督的教会,就是位于亚细亚非拉铁非的教会;她蒙怜悯,坚立在上帝的同心中,毫无分别地因我们主的受难而欢喜,并在他复活中因一切怜悯而得充分确据。我在耶稣基督的血里问候她;这血是永恒而常存的喜乐,尤其是当他们同主教、与他同在的长老和执事合而为一时。这些人是照耶稣基督的心意被指定的,他也按自己的旨意,藉着他的圣灵在稳固中坚立他们。
I
1. Ὃν ἐπίσκοπον ἔγνων οὐκ ἀφ’ ἑαυτοῦ οὐδὲ δι’ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήδουσαν οὐδὲ κατὰ κενοδοξίαν, ἀλλ’ ἐν ἀγαπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλείονα δύαται τῶν μάταια λαλούντων. 2. συνευρυθμισται γὰρ ταῖς ἐντολας ὡς χορδαῖς κιθάρα. διὸ μακαρίζει μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ε0πιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον αὐτου ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.
1. 我知道这位主教所拥有的服事,就是关乎众人的服事,不是从自己来的,也不是藉着人来的,更不是按虚荣来的,而是在父上帝和主耶稣基督的爱里来的。我因他的温和而惊叹;他沉默时,比那些说空话的人更有能力。2. 因为他与诫命调和,如同琴弦与竖琴调和。因此,我的灵称他归向上帝的心意为有福;我认出这心意有德行且完全,也认出他在永活上帝一切温和中的坚定和不发怒。
II
1. Τέκνα οὖν φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας· ὅπου δὲ ὁ ποιμὴν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε. 2. πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους· ἀλλ’ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον.
1. 因此,真光的儿女啊,要逃避分裂和恶劣教训;牧人在何处,你们就像羊一样跟随到何处。2. 因为许多看似可信的狼,用邪恶的快乐掳掠那些奔向上帝的人;但在你们的合一中,它们不会有立足之地。
III
1. Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ἅτινας οὐ γεωργεῖ Ἰησοῦς Χριστός, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός· οὐχ ὅτι παρ’ ὑμῖν μερισμὸν εὗρον, ἀλλ’ ἀποδιυλισμόν. 2. ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ Χριστοῦ, οὗτοι μετὰ τοῦ ἐπισκὀπου εἰσίν. καὶ ὅσοι ἂν μεταμοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, καὶ οὗτοι θεοῦ ἔσονται, ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες. 3. μὴ πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομεῖ· εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος τῷ πάθει οὐ συγκατατίθεται.
1. 你们要远离恶草,就是耶稣基督不耕种的草,因为它们不是父所栽种的;我在你们中间所发现的不是分裂,而是炼净。2. 凡属于上帝和耶稣基督的人,都与主教同在;凡悔改而来到教会合一中的人,也都要属于上帝,好使他们按耶稣基督而活。3. 我的弟兄们,不要受迷惑:若有人跟随造成分裂的人,就不能承受上帝的国;若有人行在外来的意见中,这人就不同意基督的受难。
IV
Σπουδάσατε οὖν μιᾷ εὐχαριστίᾳ χρῆσθαι· μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰηςοῦ Χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕωσιν τοῦ αἵματος αὐτοῦ, ἓν θυσιαστήριον, ὡς εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου· ἵνα, ὁ ἐὰν πράσσητε, κατὰ θεὸν πράσσητε.
因此,你们要殷勤只使用一个圣餐;因为我们的主耶稣基督只有一个肉身,也只有一个杯,使我们合一于他的血;只有一个祭坛,正如只有一位主教,同长老团和我的同仆执事们在一起;好使你们无论行什么,都是按着上帝而行。
V
1. Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλ’ Ἰησοῦς Χριστός, ἐν ᾧ δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος· ἀλλ’ ἡ προσευχὴ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. 2. καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες, ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστο῀ μεμαρτυρημένοι καὶ συνηριθμημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος.
1. 我的弟兄们,我因爱你们而极其倾倒自己,也因极大的欢喜而使你们稳固;但不是我,而是耶稣基督。我在他里面被捆绑,就更加惧怕,因为我还没有得以完全;但你们向上帝的祷告要使我完全,好使我得着我蒙怜悯所得的份。我投靠福音,如同投靠耶稣的肉身;也投靠使徒,如同投靠教会的长老团。2. 我们也要爱先知,因为他们也宣告福音,仰望他,等候他;他们信靠他,就得了拯救,处在耶稣基督的合一中。他们是可爱、可赞叹的圣徒,蒙耶稣基督见证,并被列在共同盼望的福音中。
VI
1. Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, ἢ παρὰ ἀκροβύστου ἰουδαϊσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι ἐμοὶ στῆλαι εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ’ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων. 2. φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ· ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ. 3. εὐχαριστῶ δὲ τῷ θεῷ μου, ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἐν μικρῷ ἢ ἐν μεγάλῳ. καὶ πᾶσι δέ, ἐν οἷς ἐλάλησα, εὔχομαι, ἵνα μὴ εἰς μαρτύριον αὐτὸ κτήσωνται.
1. 若有人向你们解释犹太教,不要听他。因为从受割礼的人那里听基督教,胜过从未受割礼的人那里听犹太教。但若两者都不讲论耶稣基督,在我看来,他们就是石碑和死人的坟墓,上面只写着人的名字。2. 所以,你们要逃避这世代掌权者的诡计和埋伏,免得你们被他的心意压迫,在爱中软弱;倒要众人以不可分裂的心聚在同一处。3. 我感谢我的上帝,因为我在你们中间有清洁的良心,没有人可以暗中或公开夸口说,我在小事或大事上加重了任何人的负担。至于我所说话的众人,我也祈愿他们不要把这些话取得作为控告的见证。
VII
1. Εἰ γὰρ καὶ κατὰ σάρκα μέ τινες ἠθέλησαν πλανῆσαι, ἀλλὰ τὸ πνεῦμα οὐ πλανᾶται ἀπὸ θεοῦ ὄν. οἶδεν γάρ, πόθεν ἔρχεται καὶ ποῦ ὐπάγει, καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ, θεοῦ φωνῇ· Τῷ ἐπισκόπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ διανόνοις. 2. οἱ δὲ ὑποπτεύσαντές με ὡς πρειδότα τὸν μερισμόν τινων λέγειν ταῦτα· μάρτυς δέ μοι, ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυσσεν λέγον τάδε· Χωρις τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε, τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς καὶ αὐτὸς τοῦ πατρὸς αὐτοῦ.
1. 因为即使有人按肉身想要迷惑我,但从上帝而来的灵不会受迷惑;因为他知道自己从哪里来、往哪里去,也揭露隐秘的事。我在你们中间时曾喊叫,用大声说话,用上帝的声音说:“你们要留心主教、长老团和执事。”2. 有些人猜疑我说这些话,是因为预先知道某些人的分裂;但我所被捆绑的那一位为我作见证,我不是从人的肉身知道的。乃是灵宣告说:“离开主教,什么也不要做;要保守你们的肉身如同上帝的殿;要爱合一,逃避分裂;要效法耶稣基督,正如他也效法他的父。”
VIII
1. Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν και ὀργῄ, θεὸς οὐ καοικεῖ. πᾶσιν οὖν μετανοοῦσιν ἀφίει ὁ κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφ’ ὑμῶν πάντα δεσμόν. 2. παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατ’ ἐριθείαν πράσσειν, ἀλλὰ κατὰ χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ εὐαγγελίῳ οὐ πιστεύω· καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ, ἐν οἷς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι.
1. 因此,我作为一个为合一受造的人,尽了自己的本分。哪里有分裂和忿怒,上帝就不住在那里。所以,主赦免一切悔改的人,只要他们悔改归向上帝的合一和主教的议会。我信靠耶稣基督的恩典,他必从你们身上解开一切捆绑。2. 我劝你们不要出于争竞行任何事,而要照基督的教导而行。因为我听见有些人说:“若我没有在档案中找到,就不信在福音里。”当我对他们说“经上记着”时,他们回答我说:“这才是问题所在。”但对我来说,档案就是耶稣基督;不可触犯的档案就是他的十字架、他的死亡、他的复活,以及藉着他而来的信心。我愿藉着你们的祷告,在这些事上得称为义。
IX
1. Καλοὶ καὶ οἱ ἱερεῖς, κρεῖσσον δὲ ὁ ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ· αὐτὸς ὢν θύρα τοῦ πατρός, δι’ ἧς εἰσέρχονται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται καὶ ἀπόστολοι καὶ ἡ ἐκκλησία. ´πάντα ταῦτα εἰς ἑνότητα θεοῦ. 2. ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ σωτῆρος, κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος αὐτοῦ, καὶ τὴν ἀνάσασιν. οἱ γὰρ ἀγαπητοὶ προφῆται κατήγγειλαν εἰς αὐτόν· τὸ δὲ εὐαγγέλιον ἀπάρτισμά ἐστιν ἀφθαρσίας. ´π´πάντα ὁνοῦ καλά ἐστιν, ἐὰν ἐν ἀγάπῃ πιστεύητε.
1. 祭司固然是好的,但那受托管理至圣所的大祭司更好;惟有他受托管理上帝隐秘的事。他自己就是父的门;亚伯拉罕、以撒、雅各、众先知、使徒和教会都藉着这门进入。这一切都是为着上帝的合一。2. 但福音有某种卓越之处,就是救主、我们的主耶稣基督的临在、他的受难和他的复活。因为蒙爱的先知是指向他而宣告;福音却是不朽坏的完成。若你们在爱中相信,万事合在一起都是美好的。
X
1. Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ τὰ σπλάγνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα. 2. μακάριος ἐν Ἰησοῦ Χριστῷ, ὃς καταξιωθήσεται τῆς τοιαύτης διακονίας, καὶ ὑμεῖς δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.
1. 既然照你们的祷告,并照你们在基督耶稣里的心肠,有消息告诉我:在叙利亚安提阿的教会已经恢复平安,那么你们作为上帝的教会,理当按立一位执事,差他到那里作上帝的使者,好与他们聚在一起同乐,并荣耀那名。2. 在耶稣基督里,配得这样服事的人是有福的;你们也必得荣耀。只要你们愿意,为上帝的名,这对你们并非不可能;正如邻近的教会已经差遣主教,有些则差遣长老和执事。
XI
十一
1. Περὶ δὲ Φίλωνος τοῦ διακόνου ἀπο Κιλικίας, ἀνδρὸς μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ θεοῦ ὑπηρετεῖ μοι ἅμα ῾Ρέῳ Ἀγθόποδι, ἀνδρὶ ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ ἀποταξάμενος τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, ὅτι ἐδέξασθε αὐτούς, ὡς καὶ ὑμᾶς ὁ κύριος· οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι τοῦ Ἰησοῦ Χριστοῦ. 2. ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι· ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου πεμφθέντός ἅμα ἐμοὶ ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς. τιμήσει αὐτοὺς ὁ κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίσει, ἀγάπῃ, ὁμονοία. ἔρρωσθε ἐν Χριστῷ Ἰησοῦ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.
1. 至于来自基利家的执事斐罗,他是得见证的人,如今也同雷乌斯·阿伽托普斯一起,在上帝的话语上服事我;后者是蒙拣选的人,从叙利亚跟随我,已经向今生告别。他们也为你们作见证;我也为你们感谢上帝,因为你们接待了他们,正如主也接待你们。至于那些羞辱他们的人,愿他们在耶稣基督的恩典中得蒙救赎。2. 在特罗亚的弟兄们的爱问候你们。我也是从那里藉着布鲁斯写信给你们;他是以弗所人和士每拿人同我一起差来的,为要表明尊荣。主耶稣基督必尊荣他们;他们在肉身、灵魂、灵、信心、爱和同心中都仰望他。愿你们在基督耶稣、我们共同的盼望里刚强安康。
ΣΜΥΡΝΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ
伊格那丢致士每拿人书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ τοῦ ἠγαπημένου Ἰησοῦ Χριστοῦ, ἠλεημένῃ ἐν παντὶ χαρίσματι, πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ, ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος, θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ, τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας, ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν.
伊格那丢,又名“载神者”,致父上帝和蒙爱的耶稣基督的教会,就是位于亚细亚士每拿的教会;她在各样恩赐中蒙怜悯,在信心和爱中得丰满,毫不缺少任何恩赐,最合乎上帝,并承载圣洁。愿她在无玷污的灵和上帝的话语中多多喜乐。
I
1. Δοξάζω Ἰησοῦν Χριστὸν θεὸν τὸν οὕτως ὑμᾶς σοφίσαντα· ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι Χριστοῦ, πεπληροφορημένους εἰς τὸν κύριον ἡμῶν, ἀληθῶς ὄντα ἐκ γένους Δαυεὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θέλημα καὶ δύναμιν θεοῦ, γεγεννημένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ’ αὐτοῦ· 2. ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπέρ ἡμῶν ἐν σαρκί, ἀφ’ οὗ καρποῦ ἡμεῖς ἀπό τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.
1. 我荣耀耶稣基督,就是那这样使你们有智慧的上帝;因为我明白你们已经在不可动摇的信心中得以成全,好像在肉身和灵里都被钉牢在主耶稣基督的十字架上,并在基督的血里坚立于爱中;你们也对我们的主有充分确据:按肉身说,他真实出于大卫家;按上帝的旨意和能力说,他是上帝的儿子;他真实由童女所生,受约翰的洗,为要由他成全一切公义。2. 他在本丢彼拉多和分封王希律手下,真实为我们在肉身中被钉牢;我们就是出自这果子,出自他那蒙上帝称福的受难;他藉着复活,在他的圣徒和信徒中,无论在犹太人中还是在外邦人中,在他教会的一个身体里,直到永世举起旗号。
II
1. Ταῦτα γὰρ πάντα ἔπαθεν δι’ ἡμᾶς, ἵνα σωθῶμεν· καὶ ἀληθῶς ἔπαθεν, ὡς καὶ ἀληθῶς ἀνέστησεν ἑαυτόν, οὐχ ὥσπερ ἄπιστοί τινες λέγουσιν, τὸ δοκεῖν αὐτὸν πεπονθέναι, αὐτοὶ τὸ δοκεῖν ὄντες· καὶ καθὼς φρονοῦσιν, καὶ συμβήσεται αὐτοῖς, οὖσιν ἀσωμάτοις καὶ δαιμονικοῖς.
1. 因为这一切他都为我们受了,好使我们得救;他也真实受苦,正如他也真实使自己复活,并不像某些不信的人所说,他只是表面上受苦;他们自己才只是表面存在。照他们所想的,也必照样临到他们,因为他们无身体且属鬼魔。
III
1. Ἐγὼ γὰρ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. 2. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς· Λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον. καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν, καρθέντες τῇ σαρκὶ αὐτοῦ καὶ τῷ πνεύματι. διὰ τοῦτο καὶ θανάτου κατεφρόνησαν, ηὑρέθησαν δὲ ὑπὲρ θάνατον. 3. μετὰ δὲ τὴν ἀνάσασιν συνέφαγεν αὐτοῖς καὶ συνέπιεν ὡς σαρκικός, καίπερ πνευματικῶς ἡνωμένος τῷ πατρί.
1. 因为我知道,并且相信,他在复活以后仍在肉身中。2. 当他来到彼得和与彼得同在的人那里时,对他们说:“拿着,摸摸我,看看我不是无身体的鬼。”他们立刻摸了他,就信了,与他的肉身和灵联合。因此他们也轻看死亡,并且被发现胜过死亡。3. 复活以后,他也同他们吃喝,如同有肉身的人;虽然他在灵里与父联合。
IV
1. Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδὼς ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον δεῖ ὑμᾶς μὴ παραδέχεσθαι, ἀλλ’ εἰ δυνατὸν μηδὲ συναντᾶν, μόνον δὲ προεύχεσθε ὑπὲρ αὐτῶν, ἐὰν πως μεταμοήσωσιν, ὅπερ δύσκολον, τούτου δὲ ἔχει ἐξουσίαν Ἰησοῦς Χριστός, τὸ ἀληθινὸν ἡμῶν ζῆν. 2. εἰ γὰρ τὸ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ του κυρίου ἡμῶν, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἑαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ’ ἐγγυς μαχαίρας ἐγγὺς θεοῦ· μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συμπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος τοῦ τελείου ἀνθρώπου.
1. 亲爱的,我把这些事劝勉你们,因为我知道你们也是这样持守。我预先保护你们,防备那些具有人形的野兽;你们不仅不应接待他们,若可能,甚至不要遇见他们;只要为他们祷告,或许他们会悔改,虽然这很困难。但耶稣基督有权柄成就这事,他是我们真实的生命。2. 因为若这些事只是由我们的主表面上成就,那么我也只是表面上被捆绑。我又为什么把自己交付给死亡,交付给火、刀剑和野兽呢?但靠近刀剑,就是靠近上帝;靠近野兽,就是靠近上帝。只要是在耶稣基督的名里,为要与他一同受苦,我就忍受一切;他,就是那完全的人,使我有力量。
V
1. Ὅν τινες ἀγνοοῦντες ἀρνοῦνται, μᾶλλον δὲ ἠρνήθησαν ὑπ’ αὐτοῦ, ὄντες συνήγοροι του θανάτου μᾶλλον ἢ τῆς ἀληθείας· οὒς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδὲ ὁ νόμος Μωύσεως, ἀλλ’ οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, οὐδὲ τὰ ἡμέτερα τῶν κατ’ ἄνδρα παθήματα. 2. καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσιν. τί γάρ με ὠφελεῖ τις, εἰ ἐμὲ ἐπαινεῖ, τὸν δὲ κύριόν μου βλασφημεῖ, μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον; ὁ δὲ τοῦτο λέγων τελείως αὐτὸν ἀπήρνηται, ὢν νεκροφόρος. 3. τὰ δὲ ὀνόματα αὐτῶν, ὄντα ἄπιστα, οὐκ ἔδοξέν μοι ἐγγράψαι. οὗ μετανοήσωσιν εἰς τὸ πάθος, ὅ ἐστιν ἡμῶν ἀνάστασις.
1. 有些人因不认识他而否认他;更确切地说,他们已被他否认。他们宁可作死亡的辩护者,不作真理的辩护者;无论众先知、摩西的律法,甚至直到如今的福音,以及我们各人所受的苦,都没有说服他们。2. 因为他们对我们也持同样看法。若有人称赞我,却亵渎我的主,不承认他带有肉身,这对我有什么益处呢?说这话的人已经完全否认了他,自己成了背负死亡的人。3. 至于他们的名字,既是不信的,我认为不宜写下。愿他们悔改归向受难,这受难就是我们的复活。
VI
1. Μηδεὶς πλανάσθω· καὶ τὰ ἐπουράνια καὶ ἡ δόξα τῶν ἀγγέλων καὶ οἱ ἄρχοντες ὁρατοί τε καὶ ἀόρατοι, ἐὰν μὴ πιστεύσωσιν εἰς τὸ αἷμα Χριστοῦ, μηδένα φυσιούτω· καταμάθετε δὲ τοὺς ἑτεροδοξοῦντας εἰς τὴν χάριν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἡμᾶς ἐλθοῦσαν, πῶς ἐναντίοι εἰσὶν τῇ γνώμῃ τοῦ θεοῦ. περὶ ἀγάπης οὐ μέλει αὐτοῖς, οὐ περὶ χήρας, οὐ περὶ ὀρφανοῦ, οὐ περὶ θλιβομένου, οὐ περὶ δεδεμένου ἢ λελυμένου, οὐ περὶ πεινῶντος ἢ διψῶντος.
1. 谁也不要受迷惑:天上的事物、天使的荣耀,以及可见和不可见的掌权者,若不信基督的血,也都要受审判。不要让人自高;你们要仔细察看那些对临到我们的耶稣基督恩典持异议的人,看他们怎样与上帝的心意相反。他们不关心爱,不关心寡妇,不关心孤儿,不关心受压迫的人,不关心被捆绑或得释放的人,也不关心饥饿或口渴的人。
VII
1. Εὐχαριστίας καὶ προσευχῆς ἀπέχονται, διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν, ἣν τῇ χρηστότητι ὁ θεοῦ συζητοῦντες ἀποθνήσουσιν· συνέφερεν δὲ αὐτοῖς ἀγαπᾶν, ἵνα καὶ ἀναστῶσιν. 2. πρέπον ἐστὶν ἀπέχθαι τῶν τοιούτων καὶ μήτε κατ’ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ τοῖς προφήταις, ἐξαιρέτως δὲ τῷ εὐαγγελίῳ, ἐν ᾧ τὸ πάθος ἡμῖν δεδήλωται καὶ ἡ ἀνάστασις τετελείωται. τοὺς δὲ μερισμοὺς φεύγετε ὡς ἀρχὴν κακῶν.
1. 他们远离圣餐和祷告,因为他们不承认圣餐是我们救主耶稣基督的肉;这肉曾为我们的罪受苦,父也以他的恩慈使它复活。他们因争辩上帝的恩赐而死亡;对他们有益的,本是去爱,好使他们也复活。2. 因此,理当远离这样的人,无论私下还是公开,都不要谈论他们;倒要留心众先知,尤其要留心福音,在福音中,受难已经向我们显明,复活也已经成全。你们要逃避分裂,如同逃避诸恶的开端。
VIII
1. Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, καὶ τῷ πρεσβυτερἰῳ ὡς τοῖς ἀποστόλοις. τοὺς δὲ διακόνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολήν. μηδεὶς χωρὶς τοῦ ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ ἐπίσοπον οὖσα ἢ ᾧ ἂν αὐτὸς ἐπιτρέψῃ. 2. ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, ὥσπερ ὅπου ἂν ῇ Ἰησοῦς Χριστός, ἐκεῖ ἡ καθολικὴ ἐκκλησία. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε ἀγάπην ποιεῖν· ἀλλ’ ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ θεῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσετε.
1. 你们众人都要跟随主教,如同耶稣基督跟随父;也要跟随长老团,如同跟随使徒。至于执事,要敬重他们如同敬重上帝的命令。没有主教,任何人都不要行任何属于教会的事。那由主教主持、或由主教所委派的人主持的圣餐,应当被视为有效的圣餐。2. 主教在哪里显现,会众就当在哪里;正如耶稣基督在哪里,那里就有大公教会。没有主教,不可施洗,也不可举行爱筵;但凡他认可的事,也蒙上帝喜悦,好使你们所行的一切都稳妥可靠。
IX
1. Εὐλογόν ἐστιν λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μεταμοεῖν. καλῶς ἔχει, θεὸν καὶ ἐπίσκοπον εἰδέναι. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόποου τι πράσσων τῷ διαβόλῳ λατρεύει. 2. πάντα οὖν ὑμῖν ἐν χάριτι περισσευέτω· ἄξιοι γάρ ἐστε. κατὰ πάντα με ἀνεπαύσατε, καὶ ὑμᾶς Ἰησοῦς Χριστός. ἀπόντα με καὶ πάροντα ἠγαπήσατε. ἀμοιβὴ ὑμῖν ὁ θεός, δι’ ὃν πάντα ὑπομένοντες αὐτοῦ τεύξεσθε.
1. 因此,趁我们还有时候向上帝悔改,醒悟过来是合宜的。认识上帝和主教,是美好的。尊敬主教的人,蒙上帝尊敬;背着主教暗中行事的人,是服事魔鬼。2. 所以,愿一切都在恩典中向你们丰丰富富;因为你们是配得的。你们在凡事上使我得安慰,耶稣基督也必使你们得安慰。无论我不在或在场,你们都爱我。愿上帝成为你们的报偿;你们为他忍受一切,就必得着他。
X
1. Φίλωνα καὶ ῾Ρέον Ἀγαθόπουν, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, καλῶς ἐποιήσαε ὑποδεξάμενοι ὡς διακόνους θεοῦ· οἳ καὶ εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. οὐδὲν ὑμῖν οὐ μὴ ἀπολεῖται. 2. ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανήσατε οὐδὲ ἐπῃσσύνθητε. οὐδὲ ὑμᾶς ἐαισχυνθήσεται ἡ τελεία ἐλπίς, Ἰησοῦς Χριστός.
1. 斐罗和雷乌斯·阿伽托普斯为上帝的话语跟随我;你们接待他们如同接待上帝的执事,行得很好。他们也为你们感谢主,因为你们以各种方式使他们得安慰。你们必没有什么会失落。2. 我的灵和我的锁链,都是你们的代赎;你们没有轻看这些锁链,也没有以它们为耻。那完全的盼望,就是耶稣基督,也不会以你们为耻。
XI
十一
1. Ἡ προσευχὴ ὑμῶν ἀπῆλθεν ἐπι τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ὅθεν δεδεμένος θεοπρεπεστάτοις δεσμοῖς πάντας ἀσπάζομαι, οὐκ ὢν ἄξιος ἐκεῖθεν εἶναι, ἔσχατος αὐτῶν ὢν· κατὰ θέλημα δὲ κατηξιώθην, οὐκ ἐκ συνειδότος ἀλλ’ ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῃναι, ἵνα ἐν τῇ πορσευχῇ ὑμῶν θεοῦ ἐπιτύχω. 2. ἵνα οὖν ὑμῶν τέλειον γένηται τὸ ἔργον καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανῷ, πρέπει εἰς τιμὴν θεοῦ χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβεύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσιν καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωματεῖον. 3. ἐφάνη μοι οὖν θεοῦ ἄξιον πρᾶγμα, πέμψαι τινὰ τῶν ὑμετέρων μετ’ ἐπειστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος ἤδη ἐτύγχανον τῇ προσευχῇ ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε. θέλουσιν γὰρ ὑμῖν εὖ πράσσειν θεὸς ἕτοιμος εἰς τὸ παρέχειν.
1. 你们的祷告已经临到在叙利亚安提阿的教会;我从那里带着最合乎上帝的锁链,问候众人。我不配属于那里,因为我是他们中最末后的;但我照旨意配得,不是出于良心,而是出于上帝的恩典。我祈愿这恩典完全赐给我,好使我藉着你们的祷告得着上帝。2. 因此,为使你们的工作在地上和天上都得完全,理当为上帝的尊荣,由你们的教会按立一位上帝的使者,去为叙利亚所发生的事与他们同乐,因为他们已得平安,恢复了自己的伟大,他们自己的身体也得以重建。3. 所以,在我看来,差遣你们中间某个人带着书信,是配得上帝的事;好使他与他们一同荣耀那照上帝临到他们的晴朗天气,也荣耀他们藉着你们的祷告已经得着港口。你们既是完全的人,就要思想完全的事;因为你们若愿意行善,上帝已经预备好赐给你们。
XII
十二
1. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου, ὃν ἀπεστείλατε μετ’ ἐμοῦ ἅμα Ἐφεσίοις, τοῖς ἀδελφοῖς ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα. 2. ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ’ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει σαρκικῇ τε καὶ πνευματικῇ, ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, ἐρήνη, ὑπομοὴ διὰ παντός.
1. 在特罗亚的弟兄们的爱问候你们;我也从那里藉着布鲁斯写信给你们。你们差他同我一起,并同你们的弟兄以弗所人一起来;他在凡事上使我得安慰。愿众人都效法他,因为他是上帝服事的榜样。恩典必在凡事上报答他。2. 我问候配得上帝的主教、合乎上帝的长老团、我的同仆执事们,以及每一个人和众人;奉耶稣基督的名,并在他的肉和血里,在他的受难和复活里,无论肉身的还是属灵的,都在上帝与你们的合一中问候。愿恩典、怜悯、平安和忍耐常与你们同在。
XIII
十三
1. Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶ καὶ τένοις καὶ τὰς παρθένους τὰς λεγομένας χήρας. ἔρωσθέ μοι ἐν δυνάμει πατρός. ἀσπάζεται ὑμᾶς Φίλων σὺν ἐμοὶ ὤν. 2. ἀσπάζομαι τὸν οἶκον Ταουΐας, ἣν εὔχομαι ἑδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ’ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ.
1. 我问候我弟兄们的家,包括妻子和儿女,也问候那些被称为寡妇的童女。愿你们在父的大能中为我刚强。与我同在的斐罗问候你们。2. 我问候塔维亚的家;我祈愿她在信心和爱中,无论肉身和灵里,都得坚固。我问候阿尔刻,这名字是我所渴慕的;也问候无可比拟的达弗努、优特克努,以及所有按名被问候的人。愿你们在上帝的恩典中刚强安康。
ΠΡΟΣ ΠΟΛΥΚΑΡΠΟΝ ΙΓΝΑΤΙΟΣ
伊格那丢致波利卡普书
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, Πουκάρπῳ ἐπισκόπῳ ἐκκλησίας Σμυρναίων, μᾶλλον ἐπισκοπημένῳ ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, πλεῖστα χαίρειν.
伊格那丢,又名“载神者”,致士每拿教会的主教波利卡普;他更是蒙父上帝和主耶稣基督所监督。愿他多多喜乐。
I
1. Ἀποδεχόμενός σου τὴν ἐν θεῷ γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω, καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὗ ὀναίμην ἐν θεῷ. 2. παρακαλῶ σε ἐν χάριτι ᾗ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ· τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον. πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος· πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς. 3. προσευχαῖς σψόλαζε ἀδιαλείπτοις· αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις· γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατ’ ἄνδρα κατὰ ὁμοήθειαν θεοῦ λάλει· ´πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής. ὅπου πλείων κόπος, πολὺ κέρδος.
1. 我接纳你在上帝里坚立的心意,仿佛立在不可动摇的磐石上;我极其荣耀上帝,因为我配得见你无玷污的面容,愿我在上帝里因你得益处。2. 我藉着你所披戴的恩典劝你,要在你的赛程上加力,并劝勉众人,使他们得救。你要以肉身和属灵的一切勤勉维护你的职位;要关心合一,没有什么比合一更好。要扶持众人,正如主扶持你;要在爱中忍受众人,正如你正在行的。3. 要专心于不住的祷告;要祈求比你已有的更多的悟性;要警醒,拥有不睡的灵。要按上帝同样的性情,对每一个人说话;要像完全的运动员一样担当众人的疾病。劳苦越多,收益越大。
II
1. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν· μᾶλλον τοὺς λοιμοτέρους ἐν πραότητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. 2. φρόνιμος γίνου ὡς ὁ ὄφις ἐν ἅπασιν καὶ ἀκέραιος εἰς ἀεὶ ὡς ἡ περιστερά. διὰ τοῦτο σαρκικὸς εἶ καὶ πνευματικός, ἵνα τὰ φαινόμενά σου εἰς πρόσωπον κολακεύῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ὅπως μηδενὸς λείπῃ καί παντὸς χαρίσματος περισσεύῃς. 3. ὁ καιρὸς ἀπαιτεῖ σε, ὡς κυβερνῆται ἀνένους καὶ ὡς χειμαζόμενος λιμένα, εἰς τὸ θεοῦ ἐπιτυχεῖν. νῆφε, ὡς θεοῦ ἀθλητής· τὸ θέμα ἀφθαρσία καὶ ζωὴ αἰώνιος, περὶ ἧς καὶ σὺ πέπεισαι. κατὰ πάντα σου ἀντιψυχον ἐγὼ καὶ τὰ δεσμά μου, ἃ ἠγάπησας.
1. 你若只爱好的门徒,对你并没有什么恩典;更要用温柔使那些更有害的人顺服。不是每一种伤口都用同一块膏药医治;猛烈发作的病,要用湿敷止住。2. 在凡事上要像蛇一样精明,并且永远像鸽子一样纯全。你为此既属肉身又属灵,好能温和地面对那些显在你面前的事;至于不可见的事,要祈求它们向你显明,好使你不缺少任何事,并在各样恩赐上丰盛。3. 时候需要你,如同舵手需要风,遭风暴的人需要港口,好得着上帝。要清醒,如同上帝的运动员;奖品是不朽坏和永恒生命,你对此也深信不疑。在凡事上,我和你所爱的锁链都作你的代赎。
III
1. Οἱ δοκοῦντες ἀξιόπιστοι εἶναι καὶ ἑτεροδιδασκαοῦντες μή σε καταπλησσέτωσαν. στῆθι ἑδραῖος ὡς ἄκμων τυπτόμενος. μεγάλου ἐστιν ἀθλητοῦ τὸ δέρεσθαι καὶ νικᾶν. μάλιστα δὲ ἕνεκεν θεοῦ πάντα ὑπομένειν ἡμᾶς δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομένῃ. 2. πλέον σπουδαῖος γίνου οὗ εἶ. τοὺς καιροὺς καταμάνθανε. τὸν ὑπὲρ καιρὸν προσδόκα, τὸν ἄχρονον, τὸν ἀόρατον, τὸν δι’ ἡμᾶς ὁρατόν, τὸν ἀψηλάφητον, τὸν ἀπαθῆ, τὸν δι’ ἡμᾶς παθητόν, τὸν κατὰ πάντα τρόπον δι’ ἡμᾶς ὑπομείναντα.
1. 那些看似可信、却教导异端的人,不要使你惊惧。要站立稳固,像被锤打的铁砧。伟大的运动员受击打而得胜。尤其为上帝的缘故,我们必须忍受一切,好使他也忍受我们。2. 要比你现在更加殷勤。要辨明时机。要等候那超越时机者、无时间者、不可见者、为我们成为可见者、不可触摸者、不能受苦者、为我们成为能受苦者;他为我们以各种方式忍受了一切。
IV
1. Χῆραι μὴ ἀμελείσθωσαν· μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ γνώμης σου γινέσθω μηδὲ σὺ ἄνευ θεοῦ τι πρᾶσσε, ὅπερ οὐδὲ πράσσεις· 2. πυκνότερον συναγωγαὶ γινέσθωσαν· ἐξ ὀνόματος πάντας ζήτει. 3. δούλους καὶ δούλας μὴ ὑπερηφάνει· ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ’ εἰς δόξαν θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπό θεοῦ τύχωσιν. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.
1. 不要忽略寡妇;在主之后,你要作她们的照顾者。没有你的意见,什么也不要发生;你也不要离开上帝而行任何事,这也是你并不做的。2. 聚会要更频繁举行;要按名寻找众人。3. 不要轻视男仆和女仆;但他们自己也不要自高,反要为上帝的荣耀更加服事,好使他们从上帝得着更好的自由。不要让他们渴求由公用财物得释放,免得他们被发现作私欲的奴仆。
V
1. Τὰς κακοτεχνίας φεῦγε, μᾶλλον δὲ περὶ τούτων ὁμιλίαν ποιοῦ. ταῖς ἀδελφαῖς μου προσλάλει, ἀγαπᾶν τὸν κύριον καὶ τοῖς συμβίοις ἀρκεῖσθαι σαρκὶ καὶ πνεύματι. ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παράγγελλε ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἀγαπᾶν τὰς συμβίους ὡς ὁ κύριος τὴν ἐκκλησίαν. 2. εἴ τις δύναται ἐν ἁγνείᾳ μένειν εἰς τιμὴν τῆς σαρκὸς τοῦ κυρίου, ἐν ἀκαυχησίᾳ μενέτω. ἐὰν καυχήσηται, ἀπώλετο, καὶ ἐὰν γνωσθῇ πλέον τοῦ ἐπισκόπου, ἔφθαρται. πρέπει δὲ τοῖς γαμοῦσι καὶ ταῖς γαμουμέαις μετὰ γνώμης τοῦ ἐπισκόπου τὴν ἕνωσιν ποιεῖσθαι, ἵνα ὁ γάμος ᾖ κατὰ κύριον καὶ μὴ κατ’ ἐπιθυμίαν. πάντα εἰς τιμὴν θεοῦ γινέσθω.
1. 要逃避诡计,更要针对这些事作教导。要对我的姊妹们说话,叫她们爱主,并在肉身和灵里以自己的丈夫为满足。同样,也要奉耶稣基督的名吩咐我的弟兄们,爱自己的妻子,如同主爱教会。2. 若有人能为尊荣主的肉身而持守贞洁,就当毫不夸口地持守。若他夸口,就灭亡了;若他被认为高过主教,就败坏了。结婚的男女理当在主教的同意下结成联合,好使婚姻是按主而不是按私欲。凡事都要为上帝的尊荣而成。
VI
1. Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὁ θεὸς ὑμῖν. ἀνίψυχον ἐγὼ τῶν ὑποτασσομένων τῷ ἐπισκόπῳ, πρεσβυτέροις, διακόνοις· καὶ μετ’ αὐτῶν μοι τὸ μέρος γένοιτο σχεῖν ἐν θεῷ. συγκοπιᾶτε, ἀλλήλοις, συναθλεῖτε, συντρέχετε, συμπάσχετε, συγκοιμᾶσθε, συνεγείρεσθε ὡς θεοῦ οἰκονόμοι καὶ πάρεδροι καὶ ὑπηρέται. 2. ἀρέσκετε ᾧ στρατεύεσθε, ἀφ’ οὗ καὶ τὰ ὀψώνια κομίζεσθε· μὴ τις ὑμῶν δεσέρτωρ εὑρεθῇ. τὸ βάπτισμα ὑμῶν μενέτω ὡς ὅπλα, ἡ πίστις ὡς περικεφαλαία, ἡ ἀγάπη ὡς δόρυ, ἡ ὑπομονὴ ὡς πανοπλία. τὰ δεπόσιτα ὑμῶν τὰ ἔργα ὑμῶν, ἵνα τὰ ἄκκεπτα ὑμῶν ἄξια κομίσησθε. μακροθυμήσατε οὖν μετ’ ἀλλήλων ἐν πραότητι, ὡς ὁ θεὸς μεθ’ ὑμῶν. ὀναίμην ὑμῶν διὰ παντός.
1. 你们要留心主教,好使上帝也留心你们。我为那些顺服主教、长老和执事的人作代赎;愿我同他们在上帝里有份。你们要一同劳苦,彼此同劳,一同竞技,一同奔跑,一同受苦,一同睡去,一同复起,作上帝的管家、同席者和仆役。2. 要讨那召你们当兵者的喜悦,你们也从他领受军饷;你们中间不要有人被发现作逃兵。愿你们的洗礼常存如兵器,信心如头盔,爱如长矛,忍耐如全副军装。你们的存款就是你们的行为,好使你们领回应得的收据。因此,你们要以温柔彼此恒久忍耐,正如上帝待你们一样。愿我常常因你们得益处。
VII
1. Ἐπειδὴ ἡ ἐκκλησία ἡ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰρηνεύει, ὡς ἐδηλώθη μοι, διὰ τὴν προσευχὴν ὑμῶν, κἀγὼ εὐθυμότερος ἐγενόμην ἐν ἀμεριμνίᾳ θεοῦ, ἐάνπερ διὰ τοῦ παθεῖν θεοῦ ἐπιτύχω, εἰς τὸ εὑρεθῆναί με ἐν τῇ ἀναστάσει ὑμῶν μαθητήν. 2. πρέπει, Πολύκαρπε, θεομακαριστότατε, συμβούλιον, ἀγαγεῖν θεοπρεπέστατον καὶ χειροτονῆσαί τινα, ὃν ἀγαπητὸν λίαν ἔχετε καὶ ἄοκνον, ὃς δυνήσεται θεοδρόμος καλεῖσθαι· τοῦτον καταξιῶσαι, ἵνα πορευθεὶς εἰς Συρίαν δοξάσῃ ὑμῶν τὴν ἄοκνον εἰς δόξαν θεοῦ· 3. Χριστιανὸς ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ θεῷ σχολάζει. τοῦτο τὸ ἔργον θεοῦ ἐστιν καὶ ὑμῶν, ὅταν αὐτὸ ἀπαρτίσητε. πιστεύω γὰρ τῇ χάριτι, ὅτι ἕτοιμοί ἐστε εἰς εὐποιΐαν θεῷ ἀνήκουσαν. εἰδὼς ὑμῶν τὸ σύντονον τῆς ἀληθείας, δι’ ὀλίγων ὑμᾶς γραμμάτων παρεκάλεσα.
1. 既然有人告诉我,在叙利亚安提阿的教会因你们的祷告已经得平安,我也在上帝的无忧中更加振奋;只要我藉着受苦得着上帝,好使我在你们的复活中被发现为门徒。2. 最蒙上帝称福的波利卡普,你理当召集一个最合乎上帝的议会,并按立一个你们极其所爱、又殷勤不懒惰的人;他可以被称为奔向上帝的人。你要使他配得前往叙利亚,为上帝的荣耀显明你们不懒惰的爱。3. 基督徒没有支配自己的权柄,乃是专心于上帝。这工作是上帝的,也是你们的,只要你们把它完成。因为我信靠恩典,知道你们已经预备好行属于上帝的善事。我知道你们对真理的热切,所以用寥寥几行字劝勉你们。
VIII
1. Ἐπεὶ πάσαις ταῖς ἐκκλησίαις οὐκ ἠδυνηθην γράψαι διὰ τὸ ἐξαίφνης πλεῖν με ἀπο Τρωάδος εἰς Νεάπολιν, ὡς το θέλημα προστάσσει, γράψεις ταῖς ἔμπροσθεν ἐκκλησίαις, ὡς θεοῦ γνώμην κεκτημένος, εἰς τὸ καὶ αὐτοὺς τὸ αὐτὸ ποιῆσαι, (οἱ μὲν δυνάμενοι πεχοὺς πέμψαι, οἱ δὲ ἐπιστολὰς διὰ τῶν ὑπὸ σου πεμπομένων, ἵνα δοξασθῆτε αἰωνίῳ ἔργῳ,)The combination of singular and plural is very strange. L makes all singular, A all plural. The punctuation given is in the main Lightfoot’s, but even so the sentence is unsatisfactory. ὡς ἄξιος ὤν. 2. ἀσπάζομαι πάντας ἐξ ὀνόματος καὶ τὴν τοῦ Ἐπιτρόπου σὺν ὅλῳ τῷ οἴκῳ αὐτῆς καὶ τῶν τέκνων. ἀσπάζομαι Ἄταλον τὸν ἀγαπητόν μου. ἀσπάζομαι τὸν μέλλοντα καταξιοῦσθαι τοῦ εἰς Συρίαν πορεύεσθαι, ἔσται ἡ χάρις μετ’ αὐτοῦ διὰ παντὸς καὶ τοῦ πέμποντος αὐτον Πολυκάρπου. 3. ἐρρῶσθαι ὑμᾶς διὰ παντὸς ἐν θεῷ ἡμῶν Ἰησοῦ Χριστῷ εὔχομαι, ἐν ᾧ διαμείνητε ἐν ἑνότητι θεοῦ καὶ ἐπισκοπῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα. ἔρρωσθε ἐν κυρίῳ.
1. 因为我突然要照旨意的命令,从特罗亚航往尼亚波利,不能写信给所有教会;所以你既拥有上帝的心意,就要写信给前面的众教会,使他们也照样行:能差遣步行使者的,就差遣人;不能的,就藉着你所差遣的人送信,好使你们因永恒的工作得荣耀,正如你是配得的。这里单数和复数的组合非常奇怪。L 全作单数,A 全作复数。这里的标点基本采用 Lightfoot 的文本,但即便如此,这一句仍不令人满意。2. 我按名问候众人,也问候埃皮特罗普的妻子和她全家并儿女。我问候我所爱的阿塔鲁。我问候那将配得前往叙利亚的人;愿恩典常与他同在,也与差遣他的波利卡普同在。3. 我祈愿你们在我们的上帝耶稣基督里常常刚强安康;愿你们在他里面持守上帝和主教监督中的合一。我问候阿尔刻,这名字是我所渴慕的。愿你们在主里刚强安康。