译名对照

中文原文英文参照
坡旅甲ΠολύκαρποςPolycarp
士每拿ΣμύρναSmyrna
κύριοςLord
殉道者μάρτυςmartyr / witness
ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΠΟΛΥΚΑΡΠΟΥ ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ
圣波利卡普,士每拿主教殉道记
Ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν Φιλομηλίῳ καὶ πάσιας ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας παροικίαις· ἔλεος, εἰρήνη καὶ ἀγάπη θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησου Χριστοῦ πληθυνθείη.
寄居在士每拿的上帝教会,致寄居在腓罗美利翁的上帝教会,并致圣而大公之教会在各处的一切寄居群体:愿父上帝和我们的主耶稣基督的怜悯、平安与慈爱,多多加给你们。
I
1. Ἐγράψαμεν ὑμῖν, ἀδελφοί, τὰ κατὰ τοὺς μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον, ὅστις ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κατέπαυσεν τὸν διωγμόν. σψεδὸν γὰρ πάντα τὰ προάγοντα ἐγένετο, ἵνα ἡμῖν ὁ κύριος ἄνωθεν ἐπιδείξῃ τὸ κατὰ τὸ εὐαγγέλιον μαρτύριον. 2. περιέμενεν γάρ, ἵνα παραδοθῇ, ὡς καὶ ὁ κύριος, ἵνα μιμηταὶ καὶ ἡμεῖς αὐτοῦ γενώμεθα, μὴ μόνον σκοποῦντες τὸ καθ’ ἑαυτούς, ἀλλὰ καὶ τὸ κατὰ τοὺς πέλας. ἀγάπης γὰρ ἀληθοῦς καὶ βεβαίας ἐστίν, μὴ μόνον ἑαυτὸν θέλεῖν σώζεσθαι, ἀλλὰ καὶ πάντας τοὺς ἀδελφούς.
1. 弟兄们,我们已把那些殉道者的事,以及蒙福的波利卡普的事写给你们;他仿佛藉着自己的见证加上印记,止息了这场逼迫。因为先前所发生的几乎一切事,都是为要使主从上面向我们显明合乎福音的殉道见证。2. 他等候被交出,正如主也等候一样,好叫我们也成为效法他的人,不单顾念自己,也顾念邻舍。因为真实而坚定的爱,不只是愿意自己得救,也愿意众弟兄都得救。
II
1. Μακάρια μὲν οὖν καὶ γενναῖα τὰ μαρτύρια πάντα τὰ κατὰ τὸ θέλημα τοῦ θεοῦ γεγονότα. δεῖ γὰρ εὐλαβεστέρους ἡμᾶς ὑπάρχοντας τῷ θεῷ τὴν κατὰ πάντων ἐξουσίαν ἀνατιθέναι. 2. τὸ γὰρ γενναῖον αὐτῶν καὶ ὑπομονητικὸν καὶ φιλοδέσποτον τίς οὐκ ἂν θαυμάσειεν; οἱ μάστιξιν μὲν καταξανθέντες, ὥστε μέχρι τῶν ἔσω φλεβῶν καὶ ἀρτηριῶν τὴν τῆς σαρκὸς οἰκονομίαν θεωρεῖσθαι, ὑπέμειναν, ὡς καὶ τοὺς δὲ καὶ εἰς τοσοῦτον γενναιότητος ἐλθεῖν, ὥστε μήτε γρύξαι μήτε στενάξαι τινὰ αὐτῶν, ἐπιδεικνυμένους ἅπασιν ἡμῖν, ὅτι ἐκείνῃ τῇ ὥρᾳ βασανιζόμενοι τῆς σαρκὸς ἀπεδήμουν οἱ γενναιότατοι μάρτυρες τοῦ Χριστοῦ, μᾶλλον δέ, ὅτι παρεστὼς ὁ κύριος ὡμίλει αὐτοῖς. 3. καὶ προσέχοντες τῇ τοῦ Χριστοῦ χάριτι τῶν κοσμικῶν κατεφρόνουν βασάνων, διὰ μιᾶς ὥρας τὴν αἰώνιον ζωὴν ἐξαγοραζόμενοι. καὶ τὸ πῦρ ἦ αὐτοῖς ψυχρὸν τὸ τῶν ἀπηνῶν βασανιστῶν. πρὸ ὀφθαλμῶν γὰρ εἶχον φυγεῖν τὸ αἰώνιον καὶ μηδέποτε σβεννύμενον, καὶ τοῖς τῆς καρδίας ὀφθαλμοῖς ἀνέβλεπον τὰ τηρούμενα οὔτε ὀφθαλμὸς εἶδεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἐκείνοις δὲ ὑπεδείκνυτο ὑπὸ τοῦ κυρίου, οἵπερ μηκέτι ἄνθρωποι, ἀλλ’ ἤδη ἄγγελοι ἦσαν. 4. ὁμοίως δὲ καὶ οἱ εἰς τὰ θηρία κατακριθέντες ὑπέμειναν δεινὰς κολάσεις, κήρυκας ὑποστρωννύμεοι καὶ ἄλλαις ποικίλων βασάνων ἰδέαις κολαζόμενοι, ἵνα, εἰ δυνηθείη, ὁ τύραννος διὰ τῆς ἐπιμόνου κολάσεως εἰς ἄρνησιν αὐτοὺς τρέψῃ. πολλὰ γὰρ ἐμηχανᾶτο κατ’ αὐτῶν ὁ διάβολος.
1. 凡照着上帝旨意而成的殉道,都是蒙福而勇毅的。因为我们既当更加敬畏上帝,就必须把掌管万有的权柄归给上帝。2. 谁不会惊叹他们的勇敢、忍耐和爱主之心呢?他们被鞭子撕裂,直到肉身内部的血管和动脉都显露出来,却仍然忍受;甚至旁观的人也生出怜悯和悲伤。但他们竟达到如此勇敢的地步,其中没有一人呻吟,也没有一人叹息,向我们众人显明:在受刑的那一刻,基督最勇毅的殉道者已经离开肉身而在外;更确切地说,是主站在他们旁边,与他们交谈。3. 他们专注于基督的恩典,就轻看世上的酷刑,以一时之苦换取永恒生命。残酷刑吏的火,对他们而言是冷的;因为他们眼前所注视的,是逃避那永远、永不熄灭的火。他们用心中的眼睛仰望那为他们存留的事,就是眼睛未曾看见、人的心也未曾想到的事;主却向他们显明,因为他们不再是人,而已经是天使了。4. 同样,那些被判给野兽的人,也忍受了可怕的刑罚;他们被铺在尖锐的贝壳上,又受各种不同的酷刑折磨,好叫那暴君若能做到,便藉着持续的刑罚使他们转向否认信仰。因为魔鬼设计了许多计谋攻击他们。
III
1. Ἀλλὰ χάρις τῷ θεῷ· κατὰ πάντων γὰρ οὐκ ἴσχυσεν. ὁ γὰρ γενναιότατος Γερμανικὸς ἐερρώννυεν αὐτῶν τὴ δειλίαν διὰ τῆς ἐν αὐτῷ ὑπομονῆς· ὃς καὶ ἐπισήμως ἐθηριομάχησεν. βουλομένου γὰρ τοῦ ἀνθυπάτου πείθειν αὐτὸν καὶ λέγοντος, τὴν ἡλικίαν αὐτοῦ κατοικτεῖραι, ἑαυτῷ ἐπεσπάσατο τὸ θηρίον προσβιασάμενος, τάχιον βουλόμενος. 2. ἐκ τούτου οὖν πᾶν τὸ πλῆθος, θαυμάσαν τὴν γενναιότητα τοῦ θεοφιλοῦς καὶ θεοσεβοῦς γένου τῶν Χριστιανῶν, ἐπεβόησεν· Αἶρε τοὺς ἀθέους· ζητείσθω Πολύκαρπος.
1. 然而感谢上帝;因为魔鬼并没有胜过所有人。最勇毅的革马尼库斯,藉着在他里面的忍耐,坚固了他们的胆怯;他也出众地与野兽搏斗。当总督想要劝服他,并叫他怜惜自己的年纪时,他却用力把野兽吸引到自己身上,愿意更快离世。2. 因此,全体群众惊叹基督徒这爱上帝、敬畏上帝一族的勇敢,便喊叫说:“除掉这些无神论者!让人去寻找波利卡普!”
IV
1. Εἶς δέ, ὀνόματι Κόϊντος, Φρύξ προσφάτως ἐληλυθὼς ἀπὸ τῆς Φρυγίας, ἰδὼν τὰ θηρία ἐδειλίασεν. οὗτος δὲ ἦν ὁ παραβιασάμενος ἑαυτόν τε καί τινας προσελθεῖν ἑκόντας. τοῦτον ὁ ἀνθύπατος πολλὰ ἐκλιπαρήσας ἔπεισεν ὀμόσαι καὶ ἐπιθῦσαι. διὰ τοῦτο οὖν, ἀδελφοί, οὐκ ἐπαινοῦμεν τοὺς προδιδόντας ἑαυτούς, ἐπειδὴ οὐχ οὕτως διδάσκει τὸ εὐαγγέλιον.
1. 有一个名叫昆图斯的人,是弗吕家人,刚从弗吕家来;他看见野兽,就胆怯了。此人原是强迫自己,并强迫另一些人,自愿前来的。总督再三恳求他,就劝服他起誓并献祭。因此,弟兄们,我们并不称赞那些自己把自己交出去的人,因为福音并不是这样教导的。
V
1. Ὁ δὲ θαυμασιώτατος Πολύκαρπος τὸ μὲν πρῶτον ἀκούσας οὐκ ἐταράχθη, ἀλλ’ ἐβούλετο κατὰ πόλιν μένειν· οἱ δὲ πλείους ἔπειθον αὐτὸν ὑπεξελθεῖν. καὶ ὑπεξῆλθεν εἰς ἀγρίδιον οὐ μακρὰν ἀπέχον ἀπὸ τῆς πόλεως καὶ διέτριβεν μετ’ ὀλιγων, νύκτα καὶ ἡμέραν οὐδὲν ἕτερον ποιῶν ἢ προσευχόμενος περὶ πάντων καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ὅπερ ἦν σύνηθες αὐτῷ. 2. καὶ προσευχόμενος ἐν ὀπτασιᾳ γέγονεν πρὸ τριῶν ἡμερῶν τοῦ συλληφθῆναι αὐτόν, καὶ εἶδεν τὸ προσκεφάλαιον αὐτοῦ ὑπὸ πυρὸς κατακαιόμενον· και στραφεὶς εἶπεν πρὸς τοὺς σὺν αὐτῷ· Δεῖ με ζῶντα καῆναι.
1. 至于最可敬的波利卡普,起初听见这事,并没有惊慌,反而愿意留在城中;但多数人劝他暂时离开。于是他退到离城不远的一处小田庄,和少数人同住,昼夜只做一件事,就是为众人和普天下各教会祷告;这本是他的惯常做法。2. 他被捕前三天,正在祷告时进入异象,看见自己的枕头被火烧尽;他转身对同在的人说:“我必须活着被焚烧。”
VI
1. Καὶ ἐπιμενόντων τῶν ζητούντων αὐτὸν μετέβη εἰς ἕτερον ἀγρίδιον, καὶ εὐθέως ἐπέστησαν οἱ ζητοῦντες αὐτόν· καὶ μὴ εὑρόντες συνελάβοντο παιδάρια δύο, ὧν τὸ ἕτερον βασανιζόμενον ὡμολόγησεν. 2. ἦν γὰρ καὶ ἀδύνατον λαθεῖν αὐτόν, ἐπεὶ καὶ οἱ προδιδόντες αὐτὸν οικεῖοι ὑπῆρχον, καὶ ὁ εἰρήναρχος, ὁ κεκληρωμένος τὸ αὐτὸ ὄνομα. Ἡρώδης ἐπιλεγόμενος, ἔσπευδεν εἰς τὸ στάδιον αὐτὸν εἰσαγαγεῖν, ἵνα ἐκεῖνος μὲν τὸν ἴδιον κλῆρον ἀπαρτίσῃ Χριστοῦ κοινωνὸς γενόμενος, οἱ δὲ προδόντες αὐτὸν τὴν αὐτοῦ τοῦ Ἰούδα ὑπόσχοιεν τιμωρίαν.
1. 寻找他的人仍然紧逼,他就转到另一处小田庄;寻找他的人随即来到。没有找到他,他们便抓了两个童仆,其中一个受刑后招认了。2. 他确实也不可能隐藏,因为出卖他的也是自己家里的人;而那治安官,命中注定同名,被称为希律,也急于把他带进竞技场,好叫波利卡普完成自己所分得的份,成为基督的同伴;而出卖他的人,则承受犹大本人所受的惩罚。
VII
1. Ἔχοντες οὖν τὸ παιδάριον, τῇ παρασκευῇ περὶ δείπνου ὥραν ἐξῆλθον διωγμῖται καὶ ἱππεῖς μετὰ τῶν συνήθων αὐτοῖς ὅπλων ὡς ἐπὶ λῃστὴν τρέχοντες. καὶ ὀψὲ τῆς ὥρας συνεπελθόντες ἐκεῖνον μὲν εὗρον ἐν ὑπερῴῳ κατακείμενον· κἀκεῖθεν δὲ ἠδύνατο εἰς ἕτερον χωρίον ἀπελθεῖν, ἀλλ’ οὐκ ἠβουλήθη εἰπών· Τὸ θέλημα τοῦ θεοῦ γενέσθω. 2. ἀκούσας οὖν παρόντας αὐτούς, καταβὰς διελέχθη αὐτοῖς, θαυμαζόντων τῶν παρόντων τὴν ἡλικίαν αὐτοῦ καὶ τὸ εὐσταθές, καὶ εἰ τοσαύτη σπουδὴ ἦν τοῦ συλληφθῆναι τοιοῦτον πρεσβύτην ἄνδρα. εὐθέως οὖν αὐτοῖς ἐκέλευσεν παρατεθῆναι φαγεῖν καὶ πιεῖν ἐν ἐκείνῃ τῇ ὥρα, ὅσον ἂν βούλωνται, ἐξῃτήσατο δὲ αὐτούς, ἵνα δῶσιν αὐτῷ ὥραν πρὸς τὸ προσεύξασθαι ἀδεῶς. 3. τῶν δὲ ἐπιτρεψάντων, σταθεὶς προσηύξατο πλήρης ὢν τῆς χάριτος τοῦ θεοῦ οὕτως ὥστε ἐπὶ δύο ὥρας μὴ δύνασθαι σιγῆσαι καὶ ἐκπλήττεσθαι τοὺς ἀκούοντας, πολλούς τε μετανοεῖν ἐπὶ τῷ ἐληλυθέναι ἐπὶ τοιοῦτον θεοπρεπῆ πρεσβύτην.
1. 他们带着那童仆,在预备日约晚饭时分出发;追捕者和骑兵带着惯用的兵器,像追捕强盗一样赶来。到了较晚的时候,他们一同来到,发现他躺在楼上的房间里;他本可以从那里离开到别处去,却不愿意,只说:“愿上帝的旨意成就。”2. 他听见他们已经到了,就下楼与他们谈话;在场的人都惊叹他的年纪和沉稳,也惊讶竟要如此急切地逮捕这样一位年老的人。于是他立刻吩咐人在那时候摆上饮食,任凭他们随意吃喝;他又请求他们给他一个时辰,使他可以安心祷告。3. 他们准许之后,他就站着祷告;他满有上帝的恩典,以致两个小时不能停止,听见的人都惊奇,许多人也因自己竟来捉拿这样一位合乎上帝心意的老人而懊悔。
VIII
1. Ἐπεὶ δε ποτε κατέπαυσεν τὴν προσευχήν, μνημονεύσας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκοτων αὐτῷ, μικρῶν τε καὶ μεγάλων, ἐνδόξων τε καὶ ἀδόξων καὶ´πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ καθίσαντες αὐτὸν ἤγαγον εἰς τὴν πόλιν, ὄντος σαββάτου μεγάλου. 2. καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρχος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ μεταθέντες αὐτὸν ἐπὶ τὴν καροῦχαν ἔπειθον παρακαθεζόμενοι καὶ λέγοντες· Τί γὰρ κακόν ἐστιν εἰπεῖν· Κύριος καῖσαρ, καὶ ἐπιθῦσαι καὶ τὰ τούτοις ἀκόλουθα καὶ διασώζεσθαι; ὁ δὲ τὰ μὲν πρῶτα οὐκ ἀπεκρίνατο αὐτοῖς, ἐπιμενόντων δὲ αὐτῶν ἔφη· Οὐ μέλλω ποιεῖν, ὃ συμβουλεύετέ μοι. 3. οἱ δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλεγον αὐτῷ καὶ μετὰ σπουδῆς καθῄρουν αὐτόν, ὡς κατιόνοτα ἀπὸ τῆς καρούχας ἀποσῦραι τὸ ἀντικνήμιον. καὶ μὴ ἐπιτραφείς, ὡς οὐδὲν πεπονθὼς προθύμως μετὰ σπουδῆς ἐπορεύετο, ἀγόμενος εἰς τὸ στάδιον, θορύβου τηλικούτου ὄντος ἐν τῷ σταδίῳ ὡς μηδὲ ἀκουσθῆναί τινα δύνασθαι.
1. 他终于结束祷告时,已经记念了一切曾与他有交往的人,无论大小、尊贵或卑微,也记念了普天下的大公教会。到了该出发的时候,他们让他骑在驴上,带他进城;那天是大安息日。2. 治安官希律和他的父亲尼基特前来迎见他,把他转到马车上,坐在他旁边劝他说:“说‘凯撒是主’,并且献祭,照这些事去做而保全性命,有什么坏处呢?”他起初没有回答他们;他们仍旧坚持,他便说:“你们劝我做的事,我决不会做。”3. 他们劝不动他,就对他说可怕的话,并急躁地把他推下车,使他下车时擦伤了小腿。可是他没有回头,像没有受伤一样,甘心而急切地往前走,被带进竞技场;那时竞技场中喧闹极大,以致谁也不能被听见。
IX
1. Τῷ δὲ Πολυκάρπῳ εἰσιόντι εἰς τὸ στάδιον φωνὴ ἐξ οὐρανοῦ ἐγένετο· Ἴσχυε, Πολύκαρπε, καὶ ἀνδρίζου. καὶ τὸν μὲν εἰπόντα οὐδεὶς εἶδεν, τὴν δὲ φωνὴν τῶν ἡμετερων οἱ παρόντες ἤκουσαν. καὶ λοιπὸν προσαχθέντος αὐτοῦ, θόρυβος ἦν μέγας ἀκουσάντων, ὅτι Πολύκαρπος συνείληπται. 2. προσαχθέντα οὖν αὐτὸν ἀνηρώτα ὁ ἀνθύπατος, εἰ αὐτὸς εἴη Πολύκαρπος. τοῦ δὲ ὁμολογοῦντος, ἔπειθεν ἀρνεῖσθαι λέγων· Αἰδέσθητί σου τὴν ἡλικίαν, καὶ ἕτερα τούτοις ἀκόλουθα, ὡς ἔθος αὐτοῖς λέγειν· Ὄμοσον τὴν Καίσαρος τύχην, μετανόησον, εἶπον· Αἶρε τοὺς ἀθέους. ὁ δὲ ὄχλον τὸν ἐν τῷ σταδίῳ ἀνόμων ἐθνῶν ἐμβλέψας καὶ ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Αἶρε τοὺς ἀθέους. 3. ἐγκειμένου δὲ τοῦ ἀνθυπάτου καὶ λέγοντος· Ὄμοσον, καὶ ἀπολύω σε, λοιδόρησον καὶ ἓξ ἔτη δουλεύω αὐτῷ, καὶ οὐδέν με ἠδίκησεν· καὶ´πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου τὸν σώσαντά με;
1. 波利卡普进入竞技场时,有声音从天上来,说:“波利卡普,要刚强,作大丈夫。”说话的是谁,没有人看见;但在场属我们的人听见了那声音。随后他被带上前,人们听见波利卡普已经被捕,就大声喧嚷。2. 他被带上前时,总督问他是不是波利卡普。他承认之后,总督劝他否认,说:“怜惜你的年纪吧,”又说了诸如此类他们惯常说的话:“指着凯撒的运命起誓,悔改吧,说:‘除掉这些无神论者!’”波利卡普却注视着竞技场中那群无法无天的外邦人,向他们挥手,叹息着仰望天,说:“除掉这些无神论者!”3. 总督仍紧逼他说:“起誓吧,我就释放你;辱骂基督吧。”波利卡普说:“我服事他八十六年,他从未亏待我;我怎能亵渎那救了我的君王呢?”
X
1. Ἐπιμένοντος δὲ´πάλιν αὐτοῦ καὶ λέγοντος· Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο· Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε· Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν καὶ ἄκουσον. 2. ἔφη ὁ ἀνθύπατος· Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν· Σὲ μὲν κἂν λόγου ἠξίωσα· δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τό προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν· ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.
1. 总督又坚持说:“指着凯撒的运命起誓。”他回答说:“你若徒然自夸,要我照你所说指着凯撒的运命起誓,又假装不知道我是谁,就坦然听吧:我是基督徒。你若愿意学习基督信仰的道理,就给我一天,然后听我讲。”2. 总督说:“你去说服民众。”波利卡普说:“我本认为你配听我的陈述;因为我们受教导,要按合宜的方式,把不损害我们的尊敬,给予上帝所设立的掌权者和权柄。但那些人,我不认为他们配听我为自己申辩。”
XI
十一
1. Ὁ δὲ ἀνθύπατος εἶπεν· Θηρία ἔχω, τούτοις σε παραβαλῶ, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ εἶπεν· Κάλει, ἀμετάθετος γὰρ ἡμῖν ἡ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μετάνοια· καλὸν δὲ μετατιθεσθαι πρὸς αὐτόν· Πυρί σε ποιήσω δαπανηθῆναι, εἰ τῶν θηρίων καταφρονεῖς, ἐὰν μὴ μετανοήσῃς. ὁ δὲ Πολύκαρπος εἶπεν· Πῦρ ἀπειλεῖς τὸ πρὸς ὥραν καιόμενον καὶ μετ’ ὀλίγον σβεννύμενον· ἀγνοεῖς γὰρ τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖς ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις; φέρε, ὃ βούλει.
1. 总督说:“我有野兽;你若不悔改,我就把你交给它们。”他说:“叫它们来吧;因为从较好的转向较坏的悔改,对我们来说是不可能的;但从邪恶转向公义,却是美好的。”2. 总督又对他说:“你若轻看野兽,又不悔改,我就叫你被火烧尽。”波利卡普说:“你所威胁的火,只烧片刻,不久就熄灭;因为你不知道那为将来的审判、为不敬虔者存留的永刑之火。你还拖延什么呢?把你愿意的带来吧。”
XII
十二
1. Ταῦτα δὲ καὶ ἕτερα πλείονα λέγων θάρσους καὶ χαρᾶς ἐνεπίμπλατο, καὶ τὸ πρόσωπον αὐτοῦ χάριτος ἐπληροῦντο, ὥστε οὐ μόνον μὴ συμπεσεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτόν, ἀλλὰ τοὐαντίον τὸν ἀνθύπατον ἐκστῆναι, πέμψαι τε τὸν ἑαυτοῦ κήρυκα ἐν μέσῳ τοῦ σταδίου κηρῦξαι τρίς· Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι. 2. τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος, ἅπαν τὸ πλῆθος ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμυρναν κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φωνῇ ἐπεβόα· Οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος, ὁ πατὴρ τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέτης, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυεῖν. ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν Ἀσιάρχην Φίλιππον, ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέοντα. ὁ δὲ ἔφη, μὴ εἶναι ἐξὸν αὐτῷ, ἐπειδὴ πεπληρώκει τὰ κυνηγέσια. 3. τότε ἔδοξεν αὐτοῖς ὁμοθυμαδὸν ἐπιβοῆσαι, ὥστε τὸν Πολύκαρπον ζῶντα κατακαῦσαι. ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι, εἰπεν ἐπιστραφεὶς τοῖς σὺν αὐτῷ πιστοῖς προφητικῶς· Δεῖ με ζῶντα καῆναι.
1. 他说这些话,又说了更多的话,满有胆量和喜乐;他的脸也充满恩典,以致他不但没有因别人对他说的话而惊慌失措,反倒使总督大为惊异。总督便差自己的传令官到竞技场中央,三次宣告:“波利卡普承认自己是基督徒。”2. 传令官说了这话之后,住在士每拿的外邦人和犹太人全体群众,都以无法遏止的怒气和大声喊叫说:“这人是亚细亚的教师,是基督徒的父,是毁坏我们诸神的人,是教导许多人不要献祭、不要敬拜的人。”他们这样说着喊叫,又请求亚细亚长官腓力放一头狮子攻击波利卡普。但他说自己不能这样做,因为兽斗已经结束。3. 于是他们同心喊叫,要求把波利卡普活活烧死。因为那在枕头上向他显明的异象必须应验;当时他转向同在的信徒,预言性地说:“我必须活着被焚烧。”
XIII
十三
1. Ταῦτα οὖν μετὰ τοσούτου τάχους ἐγένετο, θάττον ἢ ἐλέγετο, τῶν ὄχλων παραχρῆμα συναγόντων ἔκ τε τῶν ἐργαστηρίων καὶ βαλανείων ξύλα καὶ φρύγανα, μάλιστα Ἰουδαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουργούντων. 2. ὅτε δὲ ἡ πυρκαϊὰ ἡτοιμάσθη, ἀποθέμενος ἑαυτὼ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώην ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτόν, μὴ πρότερον τοῦτο ποιῶν διὰ τὸ τοῦ χρωτὸς αὐτοῦ ἅψηται· παντὶ γὰρ καλῷ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς μαρτυρίας ἐκεκόσμητο. 3. εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα. μελλόντων δὲ αὐτῶν καὶ προσηλοῦν, εἶπεν· Ἄρετέ με οὕτως· ὁ γὰρ δοὺς ὑπομεῖναι τὸ πῦρ δώσει χωρὶς τῆς ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἄσκυλτον ἐπιμεῖναι τῇ πυρᾷ.
1. 这些事发生得如此迅速,比说出来还快;群众立刻从作坊和浴场收集木柴和柴枝,尤其是犹太人,照他们惯常的样子,热心协助这些事。2. 火堆预备好后,他脱去自己一切衣服,解开腰带,又试着自己脱鞋;他从前并不这样做,因为每一个信徒都急于要触摸他的身体。其实在殉道以前,他因良善的生活,就已经以各样美德为装饰。3. 于是他们立刻把为火刑预备的器具放在他周围。他们还要把他钉住时,他说:“就这样放着我吧;因为那赐我忍受火焰的主,也必赐我不用你们用钉子加固,就能在火堆上不动摇地坚持。”
XIV
十四
1. Οἱ δὲ οὐ καθήλωσαν μέν, προσέδησαν δὲ αὐτόν. ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας καὶ προσδεθείς, ὥσπερ κριὸς ἐπίσημος ἐκ μεγάλου ποιμνίου εἰς προσφοράν, ὁλοκαύτωμα δεκτὸν τῷ θεῷ ἡτοιμασμένον, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός σου Ἰησοῦ Χριστοῦ πατήρ, δι’ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήφαμεν, ὁ θεὸς ἀγγέλων καὶ δυνάμεων καὶ πάσης τῆς κτίσεως παντός τε τοῦ γένους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου· 2. εὐλογῶ σε, ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίου· ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας καὶ πρεφανέρωσας καὶ ἐλήρωσας, ὁ ἀψευδὴς καὶ ἀληθινὸς θεό. 3. διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνῶ, σὲ εὐλογῶ, σὲ δοξάζω διὰ τοῦ αἰωνίου καί ἐπουρανίου ἀρχιερέως Ἰησοῦ Χριστοῦ, ἀγαπητοῦ σου παιδός, δι’ οὗ σοὶ σὺν αὐτῷ καὶ πνεύματι ἁγίῳ δόξα καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας. ἀμήν.
1. 于是他们没有把他钉住,只是把他捆上。他把手放在背后,被捆起来,像从大羊群中选出的显贵公羊,预备作供物,成为上帝所悦纳的燔祭;他仰望天说:“主,全能的上帝,你所爱的、蒙福的仆人耶稣基督的父,我们藉着他领受了关于你的真知识;你是天使、诸权能和一切受造物的上帝,也是活在你面前一切义人族类的上帝。2. 我称颂你,因为你使我配得这日、这时,使我在你的基督的杯中,在殉道者的数目里有份,得着灵魂与身体在圣灵不朽坏中复活进入永恒生命。愿我今日在你面前被接纳,成为肥美而蒙悦纳的祭,正如你这无谎、真实的上帝预先预备、预先显明并成就的。3. 因此,我也为万事赞美你,称颂你,荣耀你;藉着永恒而属天的大祭司耶稣基督,你所爱的仆人,愿荣耀藉着他归给你,并与他和圣灵同归于你,从现在直到将来的世代。阿们。”
XV
十五
1. Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν εὐσήν, οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ. μεγάλης δὲ ἐκλαμψάσης φλογός, θαῦμα εἴδομεν, οἷς ἰδεῖν ἐδόθη· οἳ καὶ ἐτηρήθημεν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα. 2. τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν ὥσπερ ὀθόη πλοίου ὑπό πνεύματος πληρουμένη, κύκλῳ περιετείχισεν τὸ σῶμα τοῦ μάρτυρος· καὶ ἦν μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ’ ὡς ἄρτος ὀτώμενος ἢ ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοντος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.
1. 他献上阿们、完成祷告之后,负责火刑的人点燃了火。火焰大大腾起时,我们这些蒙准看见的人,看见了一个奇事;我们也被保存下来,为要把所发生的事告诉其余的人。2. 因为那火形成拱顶的形状,好像被风鼓满的船帆,四面围住殉道者的身体;他在当中,不像被烧的肉身,倒像正在烘烤的饼,又像在炉中被炼净的金银。我们也闻到极大的馨香,好像乳香散发出来,或像某种贵重香料的气味。
XVI
十六
1. Πέρας γοῦν ἰδόντες οἰ ἄνομοι μὴ δυνάμενον αὐτοῦ τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι ἐκέλευσαν προσελθόντα αὐτῷ κομφέκτορα παραβῦσαι ξιφίδιον. καὶ τοῦτο ποιήσαντος, ἐξῆλθεν περιστερὰ καὶ πλῆθος αἵματος, ὥστε κατασβέσαι τὸ πῦρ καὶ θαυμάσαι πάντα τὸν ὄχλον, εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ τῶν ἐκλεκτῶν· 2. ὧν εἷς καὶ οὗτος γεγόνει ὁ θαυμασιώτατος μάρτυς Πολύκαρπος, ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις διδάσκαλος ἀποστολιδὸς καὶ προφητικὸς γενόμενος, ἐπίσκοπος ἀποστολικὸς καὶ προφητικὸς γενόμενος, ἐπίσκοπος τῆς ἐν Σμύνῃ καθολικῆς ἐκκλησίας. πᾶν γὰρ ῥήμα, ὃ ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐτελειώθη καὶ τελειωθήσεται.
1. 最后,那些不法的人看见他的身体不能被火烧尽,就命令行刑者走近,用短剑刺他。行刑者这样做了,就有一只鸽子出来,又有大量的血流出,以致把火熄灭;全体群众都惊奇,不信的人和蒙拣选的人之间竟有如此大的差别。2. 这位最可敬的殉道者波利卡普,就是蒙拣选者之一;在我们的时代,他成了使徒性和先知性的教师,又成了使徒性和先知性的主教,是士每拿大公教会的主教。因为凡从他口中所出的话,都已经成就,也还要成就。
XVII
十七
1. Ὁ δὲ ἀντίζηλος καὶ βάκανος καὶ πονηρός, ὁ ἀνικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν τό τε μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς ἀνεπίληπτον πολιτείαν, ἐστεφανωμένον τε τὸν τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρητον ἀπενηνεγμένον, ἐπετήδευσεν, ὡς μηδὲ τὸ σωάτιον αὐτοῦ ὑφ’ ἡμῶν ληφθῆναι, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι καί κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ. 2. ὑπέβαλεν γοῦν Νικήτην τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν δὲ Ἄλκης, ἐντυχεῖν τῷ ἄρχοντι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα· μή, φησίν, ἀφέντες τὸν ἐσταυρωμένον τοῦτον ἄρξωνται σέβεσθαι. καὶ ταῦτα εἶπον ὑποβαλλόντων καὶ ἐνισχυόντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν, μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν· ἀγνοοῦντες, ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν δυνησόμεθα, τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα ἄμωμον ὑπὲρ ἁμαρτωλῶν, οὔτε ἕτερόν τινα σέβεσθαι. 3. τοῦτον μὲν γὰρ υἱὸν ὄντα τοῦ θεοῦ προσκυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον· ὧν γένοιτο καὶ ἡμᾶς κοινωνούς τε καὶ συμμαθητὰς γενέσθαι.
1. 然而那敌对、嫉妒、邪恶者,就是义人族类的仇敌,看见他殉道的伟大,看见他从起初无可指摘的生活,又看见他已经戴上不朽坏的冠冕,并已取得无可争辩的奖赏,就设法使我们连他的遗体也得不着,尽管许多人渴望这样做,并与他的圣洁肉身有份。2. 于是它挑动希律的父亲、阿尔刻的兄弟尼基特,去求官长不要把他的身体交出来。他说:“免得他们离开那被钉十字架的,开始敬奉这人。”他们这样说,是因犹太人在旁怂恿并加强这种说法;当我们正要从火中取出他时,他们也守在那里。他们不知道,我们既不可能离弃基督,就是那位为全世界得救之人的救恩受苦、无瑕疵者为罪人受苦的主,也不可能敬拜别的任何人。3. 因为我们敬拜基督,因他是上帝的子;至于殉道者,我们爱戴他们,因为他们是主的门徒和效法者,并且他们对自己的君王和教师有无可超越的忠诚。这些人,愿我们也得以成为他们的同伴和同学。
XVIII
十八
1. Ἰδὼν οὖν ὁ κεντυρίων τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν, θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν. 2. οὕτως τε ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πολυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτοῦ ἀπεθέμεθα, ὅπου καὶ ἀκόλουθον ἦν. 3. ἔνθα ὡς δυνατὸν ἡμῖν συναγομένοις ἐν ἀγαλλιάσει καὶ χαρᾷ παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτοῦ ἡμέραν γενέθλιον, εἴς τε τὴν τῶν προηθληκότων μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμασίαν.
1. 百夫长看见犹太人所引起的争执,就把他的身体放在中间,照他们的惯例焚烧了。2. 这样,我们后来收拾了他的骨骸;这些骨骸比贵重宝石更有价值,比精金更经得起试验。我们把它们安放在合宜的地方。3. 在那里,只要我们能够聚集,主就必使我们在欢欣喜乐中庆祝他殉道的生日,一面纪念那些已经完成竞赛的人,一面操练并预备那些将来要如此行的人。
XIX
十九
1. Τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρπον, ὃς σὺν τοῖς ἀπὸ Φιλαδελφίας δωδέκατος ἐν Σμύρνῃ μαρτυρήσας, μόνος ὑπὸ πάντων μᾶλλον μνημονεύεται, ὥστε καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ τόπῳ λαλεῖσθαι· οὐ μόνον διδάσκαλος γενόμενος ἐπίσημος, ἀλλὰ καὶ μάρτυς ἔξοχος, οὗ τὸ μαρτύριον πάντες ἐπιθυμοῦσιν μιμεῖσθαι κατὰ εὐαγγέλιον Χριστοῦ γενόμενον. 2. διὰ τῆς ὑπομονῆς καταγωνισάμενος τὸν ἄδικον ἄρχοντα καὶ οὕτως τὸν τῆς ἀφθαρσίας στέφανον ἀπολαβών, σὺν τοῖς ἀποστόλοις καὶ πᾶσιν δικαίοις ἀγαλλιώμενος δοξάζει τὸν θεὸν καὶ πατέρα παντοκράτορα καὶ εὐλογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν σωτῆρα τῶν ψυχῶν ἡμῶν καὶ κυβερνήτην τῶν σωμάτων ἡμῶν καὶ ποιμένα τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς ἐκκλησίας.
1. 关于蒙福的波利卡普,事情就是这样。他和来自非拉铁非的人一同在士每拿殉道,列为第十二位;惟有他尤其被众人纪念,甚至外邦人在各处也谈论他。他不仅成了一位杰出的教师,也成了一位卓越的殉道者;他的殉道是照着基督福音而成,众人都渴望效法。2. 他藉着忍耐胜过了不义的官长,这样领受了不朽坏的冠冕;他与使徒和众义人一同欢喜,荣耀上帝,就是全能的父,并称颂我们的主耶稣基督,就是我们灵魂的救主、我们身体的治理者、普天下大公教会的牧者。
XX
二十
1. Ὑμεῖς μὲν οὖν ἠξιώσατε διὰ πλειόνων δηλωθῆναι ὑμῖν τὰ γενόμενα, ἡμεῖς δὲ κατὰ τὸ παρὸν ἐπὶ κεφαλαίῳ μεμηνύκαμεν διὰ τοῦ ἀδελφοῦ ἡμῶν Μαρκίωνος. μαθόντες οὖν ταῦτα καὶ τοῖς ἐπέκεινα ἀδδελφοῖς τὴν ἐπιστολὴν διαπέμψασθε, ἵνα καὶ ἐκεῖνοι δοξάζωσιν τὸν κύριον τὸν ἐκλογὰς ποιοῦντα ἀπὸ τῶν ἰδίων δούλων. 2. Τῷ δὲ δυναμένῳ πάντας ἡμᾶς εἰσαγαγεῖν ἐν τῇ αὐτοῦ χάριτι καὶ δωρεᾷ εἰς τὴν ἐπουράνιον αὐτοῦ βασιλείαν διὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δόξα, τιμή, κράτος, μεγαλωσύνη εἰς τοὺς αἰῶνας. προσαγορεύετε πάντας τοὺς ἁγίους. ὑμᾶς οἱ σὺν ἡμῖν προσαγρεύουσιν καὶ Εὐάρεστος ὁ γράψας πανοικεί.
1. 你们曾请求我们把所发生的事更详细地告诉你们;但目前我们已经藉着我们的弟兄马尔基昂,概要地报告了。你们既知道这些事,就把这封信转送给更远处的弟兄们,好叫他们也荣耀主,就是那从自己的仆人中作出拣选的主。2. 愿荣耀、尊贵、权能、威严归给那能藉着他的独生仆人耶稣基督,凭他的恩典和恩赐,把我们众人带进他属天国度的主,直到永远。请问候众圣徒。和我们同在的人问候你们,执笔的欧阿瑞斯托也和他全家问候你们。
XXI
二十一
1. Μαρτυρεῖ δὲ ὁ μακάριος Πολύκαρπος μηνὸς Ξανθικοῦ δευτέρα ἱσταμένου, πρὸ ἑπτὰ καλανδῶν Μαρτίων, σαββάτῳ μεγάλῳ, ὥρα ὀγδόῃ. συνελήφθη δὲ ὑπὸ Ἡρώδου ἐπὶ ἀρχιερέως Φιλίππου Τραλλιανοῦ, ἀνθυπατεύοντος Στατίου Κοδράτου, βασιλεύοντος δὲ εἰς τοὺς αἰῶνας Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, τιμή, μεγαλωσύνη, θρόνος αἰώνιος ἀπὸ γενεᾶς εἰς γενεάν. ἀμήν.
1. 蒙福的波利卡普于克珊提科斯月第二日,即三月朔日前七日,在大安息日第八时殉道。他是在希律手下被捕的;当时特拉勒斯人腓力作大祭司,斯塔提乌斯·科德拉图斯任总督,而耶稣基督掌王权直到永远。愿荣耀、尊贵、威严和永恒宝座归给他,世世代代。阿们。
XXII
二十二
1. Ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, ἀδελφοί, στοιχοῦντας τῷ κατὰ τὸ εὐαγγέλιον λόγῳ Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ δόξα τῷ θεῷ καὶ πατρὶ καὶ ἁγίῳ πνεύματι, ἐπὶ σωτηρίᾳ τῇ τῶν ἁγίων ἐκλεκτῶν, καθὼς ἐμαρτύρησεν ὁ μακάριος Πολύκαρπος, οὗ γένοιτο ἐν τῇ βασιλείᾳ Ἰησοῦ Χριστοῦ πρὸς τὰ ἴχνη εὑρεθῆναι ἡμᾶς.
1. 弟兄们,我们愿你们安康,照着耶稣基督福音的道而行。愿荣耀归给上帝与父,并归给圣灵,为着圣洁蒙拣选者的救恩;正如蒙福的波利卡普所作的见证一样。愿我们也在耶稣基督的国度里,被发现跟随他的足迹。
2. Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου, μαθητοῦ τοῦ Πολυκάρπου, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ. ἐγὼ δὲ Σωκράτης ἐν Κορίνθῳ ἐκ τῶν Γαΐου ἀντιγράφων ἔγραψα. 3. Ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τοῦ προγεγραμμένου ἔγραψα ἀναζητήσας αὐτά, κατὰ ἀποκάλυψιν φανερώσω ἐν τῷ καθεξῆς, συναγαγὼν αὐτὰ ἤδη σψεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα, ἵνα κἀμὲ συναγάγῃ ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ εἰς τὴν οὐράνιον βασιλείαν αὐτοῦ, ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
2. 这些事是该犹从波利卡普门徒爱任纽的资料中转抄的;该犹也曾与爱任纽一同生活。我苏格拉底在哥林多,从该犹的抄本中写下。3. 我皮奥尼乌斯又从前面所写的资料中写下;我查考了这些资料,照着启示,随后要显明;我把这些几乎因时间而残旧的资料收集起来,好叫主耶稣基督也把我同他的选民一同聚集到他的天上国度里。愿荣耀与父和圣灵一同归给他,直到永永远远。阿们。
EPILOGUS ALIUS
另一跋
E CODICE MOSQUIENSI DESCRIPTUS.
抄自莫斯科抄本。
2. Ταῦτα μετεγράψατο μὲν Γάϊος ἐκ τῶν Εἰρηναίου συγγραμμάτων, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ, μαθητῇ γεγονότι τοῦ ἁγίου Πολυκάρπου. 3. οὗτος γὰρ ὁ Εἰρηναῖος, κατὰ τὸν καιρὸν τοῦ μαρτυρίου του ἐπισκόπου Πολυκάρπου γενόμενος ἐν ῾Ρώμῃ, πολλοὺς ἐδίδαξεν· οὗ καὶ πολλὰ συγγράμματα κάλλιστα καὶ ὀρθότατα φέρεται, ἐν οἷς μέμνηται Πολυκάρπου, ὅτι παρ’ αὐτοῦ ἔμαθεν, ἱκανῶς τε πᾶσαν αἵρεσιν ἢλεγξεν και τὸν ἐκκλησιαστικὸν κανόνα καὶ καθολικόν, ὡς παρέλαβεν παρὰ τοῦ ἁγίου, καὶ παρέδωκεν. 4. λέγει δὲ καὶ τοῦτο· ὅτι συναντήσαντός ποτε τῷ ἁγίῳ Πολυκάρπῳ Μαρκίωνος, ἀφ’ οὗ οἱ λεγόμενοι Μαρκιωνισταί, καὶ εἰπόντος· Ἐπιγίνωσκε ἡμᾶς, Πολύκαρπε, εἶπεν αὐτὸς τῷ Μαρκίωνι· Ἐπιγινώσω, επιγινώσκω τὸν πρωτότοκον τοῦ σατανᾶ. 5. καὶ τοῦτο δὲ φέρεται ἐν τοῖς τοῦ Εἰρηναίου συγγράμμασιν, ὅτι ᾗ ἡμέρᾳ καὶ ὥρᾳ ἐν Σμύρνῃ ἐμαρτύρησεν ὁ Πολύκαρπος, ἤκουσεν φωνὴν ἐν τῇ ῾Ρωμαίων πόλει ὑπάρχων ὁ Εἰρηναῖος ὡς σάλπιγγος λεγούσης· Πολύκαρπος ἐμαρτύρησεν.
2. 这些事是该犹从爱任纽的著作中转抄的;该犹也曾与爱任纽一同生活,而爱任纽是圣波利卡普的门徒。3. 因为这位爱任纽,在波利卡普主教殉道的时候人在罗马,教导了许多人;他的许多著作也流传下来,极其优美而正统。在这些著作中,他提到波利卡普,因为他曾从波利卡普学习;他充分驳斥了一切异端,并把从这位圣徒所领受的教会性、大公性的准则传递下来。4. 他也说过这件事:有一次马吉安,就是所谓马吉安派的来源,遇见圣波利卡普,对他说:“认出我们吧,波利卡普。”波利卡普对马吉安说:“我认出,我认出撒但的长子。”5. 在爱任纽的著作中还流传着这件事:波利卡普在士每拿殉道的那一日、那一时,爱任纽正在罗马城,听见一个像号角的声音说:“波利卡普殉道了。”
6. Ἐκ τούτων οὖν, ὡς προλέλεκται, τῶν τοῦ Εἰρηναίου συγγραμμάτων Γάϊος μετεγράψατο, ἐκ δὲ τῶν Γαΐου ἀντιγράφων Ἰσοκράτης ἐν Κορίνθῳ. ἐγὼ δὲ πάλιν Πιόνιος ἐκ τῶν Ἰσοκράτους ἀντιγράφων ἔγραψα κατὰ ἀποκάλυψιν τοῦ ἁγίου Πολυκάρου ζητήσας αὐτά, συναγαγὼν αὐτὰ ἤδη σψεδὸν ἐκ τοῦ χρόνου κεκμηκότα, ἵνα κἀμὲ ἐκλεκτῶν αὐτοῦ εἰς τὴν ἐπουράνιον αὐτοῦ βασιλείαν· ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
6. 因此,如前所说,该犹从爱任纽的这些著作中转抄;伊索克拉底在哥林多又从该犹的抄本中转抄。我皮奥尼乌斯则从伊索克拉底的抄本中写下;我照着圣波利卡普的启示寻找这些资料,把这些几乎因时间而残旧的资料收集起来,好叫他也把我同他的选民一同带进他属天的国度。愿荣耀与父、子、圣灵同归给他,直到永永远远。阿们。